Page images
PDF
EPUB

τῆς τῶν γεγονότων θεωρίας, ἔπειτα δὲ καὶ διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ.

[ocr errors]
[ocr errors]

Χρηστὸς 1) καὶ εὐθὺς ὁ κύριος· διὰ τοῦτο νομο θετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ," κ. τ. ε. . γ Δια παίῳ 2) γὰρ νόμος οὐ κεῖται. Διὰ γὰρ ταύτην, φησί, τὴν αἰτίαν, ἐπειδὴ πρόσεστιν αὐτῷ καὶ τὸ δίκαιον, νομοθετεῖ ἁμαρτάνουσιν ἐν ὁδῷ, τουτέστιν ὑποστρέφει τοὺς ἁμαρτάνοντας εἶναι εἰς εὐσέβειαν, καὶ περὶ μὲν τοὺς ἁμαρτάνοντας, φησὶν, ἐπιδείκνυται τὸ δίκαιον, περὶ δὲ τοὺς ἄλλους τὴν χρηστότητα, ὅθεν ἐπιφέρει ,,ὁδηγήσει ) πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. «

[ocr errors]

Ἐπίβλεψον 4) ἐπ ̓ ἐμὲ, καὶ ἐλέησόν με, ὅτι μονο γενὴς καὶ πτωχός εἰμι ἐγώ," κ. τ. ε. Ὁ ) πάντα πράττων καὶ λέγων τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς τὸν κύριον. Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα, οὐδὲ τῶν ἁγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ γέγονεν ἀδελφὸς, λεγέτω μονογενὴς εἶναι καὶ πτωχὸς ἐστερημένος τοῦ πλούτου τῆς γνώσεως. Οἶμαι δὲ τὸν Δαυὶδ μετριά ζοντα τούτους ᾄδειν τοὺς λόγους· τὰ ἄδηλα γὰρ καὶ τὰ κρύφια της σοφίας αὐτοῦ δεδήλωκεν αὐτῷ ὁ θεός.

» ΜΕ 6) θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξαγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας

1) Psalm. XXV, 8. 9. (XXIV.)

2) R. in notis: Schedae Grabii, Barbarus, partimque Cod. Coislinianus. Cfr. I Tim. I, 9.

[ocr errors]

3) Psalm. XXV, 9. (XXIV.)

4) Psalm. XXV, 16. (XXIV.)

5) R. in notis: Cod. Coislinianus, schedae Grabii, Barbarus.

μου," κ. τ. ε. Οὐ') πᾶς κόπος περιαιρεῖ ἁμαρτίας, ἀλλ' ὁ διὰ τὸν κύριον τῇ πρακτική 3) προσγινόμενος. Αρκέσθητι, φησί, δέσποτα, ταῖς ἐπενεχθείσαις μοι θλί ψεσι, καὶ περίκοψον ἐκ τῆς δίκης, ἣν ὑπέχω διὰ τὸ πλῆθος τῶν πλημμελημάτων. Ταπεινοῦται τις ἀπαῤῥησίαστος ὢν ἐκ τῆς τῶν ἁμαρτημάτων συναισθήσεως, καὶ κάμνει διὰ καρπους μετανοίας.

,,Μή) καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ, κ. τ. ε. Ἡ ) ἔλπις οὐ καταισχύνει. Θυγάτηρ γάρ ἐστι δοκι μῆς, ἔκγονος δὲ ὑπομονῆς δοκιμή• ὑπομονὴ δὲ ἐκ θλίψεων γίνεται, ὧν πρόξενοι αἱ ἀρεταὶ, αἷς ἕπεται γνῶσις θεοῦ.

Ψαλμὸς εἰκοστός πέμπτος.

Πύρωσον 5) τοὺς νεφρούς μου," κ. τ. ε. Νεφροί 6) μὲν σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας· καρδία δὲ τοῦ λογι στικοῦ.

Ὅτι7) ὁ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου," κ. τ. ε. Ὁ ) νοῶν τὰ περὶ ἐλέους, ταῦτα ἐρεῖ μεμνημένος τῆς περὶ ἐλέους θεωρίας· ὁ ἔλεός σου ὁ τεθεωρημένος μοι, τῷ κατέναντι τῶν ὀφθαλμῶν μου εἶναι, συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Κατ' ἀλήθειαν γὰρ

1) R. in notis: Cod. Coislinianus, schedae Grabii, Barbarus.

3) Ed. Ruaei, ut nos, hoc loco: πρακτικῇ.

3) Psalm. XXV, 20. (XXIV.)

4) R. in notis: Schedae Grabii, et Cod. Coislinianus.

5) Psalm. XXVI, 2. (XXV.)

6) R. in notis: Cod. Coislinianus.
7) Psalm. XXVI, 3. (XXV.)
*) R. in notis: Corderius,

καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ τὸ τοῦ θεοῦ ἔλεος. Σοφοῦ γὰρ καὶ θεωροῦντος τὴν ἀλήθειαν ἡ φωνή. Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν.

[ocr errors]

66

Τοῦ αὐτοῦ. Εἰ') ἡ ἀλήθεια ἐστι Χριστὸς ὁ θεὸς ἡμῶν, ὡς εἶπεν· ἐγώ 2) εἰμι ἡ ἀλήθεια· ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστησε Δαυὶδ τῷ θεῷ, ἐν τῷ θεῷ εὐ ηρέστει ἄρα ὁ Δαυίδ τῷ θεῷ. Διὰ τοῦτο, φησὶν, ἔσπευσα εὐαρεστεῖν τῇ ἀληθείᾳ σου, ἀντὶ τοῦ σοί. Περιφραστικῶς γὰρ τὴν ἀλήθειαν τοῦ θεοῦ, αὐτὸν καλεῖ τὸν θεόν.

» Οὐκ ἐκάθισα μετά συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Εμίσησα ἐκκλη σίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω, “ κ. τ. ε. Συνέδριον 4) ματαιότητος, πρεσβύτεροι αἱρετι κοί· παρανομοῦντες, λαϊκοὶ παράνομοι. Εκκλησία που νηρευομένων, αἱρετική σύνταξις, καὶ ἀσεβεῖς πρεσβύτεροι αἱρετικοί. Τούτοις, φησὶν, οὐ συνῆλθον, ἀλλ ̓ οὐδὲ τοῖς τὸν θεῖον παραβαίνουσι νόμον συνεφυρόμην. Μά λιστα δὲ πάντων ἀπεστρεφόμην τοὺς τὸ θεῖον ἐνυβρί ζοντας σέβας ἐν ἐκκλησία δῆθεν συγκροτουμένους· καὶ πρὸς τούτοις, τὴν τῶν εἰδωλολατρούντων ἀσέβειαν, οἷς καὶ τὰ συγχρονίζειν ἡγούμην ἐπισφαλές.

[ocr errors]

Τοῦ αὐτοῦ. Ταῦτα 5) ῥητέον φιλίπποις καὶ αἱρετικοῖς. Ταῦτα πάντα τέθεικε, βουλόμενος δεῖξαι, ὅτι οὐδὲ ταῖς ἑορταῖς τῶν εἰδώλων ἐκοινώνησέ ποτε, οὐδὲ τὰ λαμπρὰ τῶν ἀσεβῶν ἠγάπησεν, οὐδὲ ἐξέπληξεν αὐ τὸν ὁ τῆς Βαβυλωνίας πλοῦτος, ἀλλ ̓ ἦν αὐτῷ ἐν ἐπι τηδεύσει ἡ εὐσέβεια, καὶ ἡ ταπεινοφροσύνη.

1) R. in notis: Cod. Coislinianus, schedae Grabii, Barbarus. Cfr. Psalm. XXVI, 3. (XXV.)

2) Ev. Joann. XIV, 6.

3) Psalm. XXVI, 4. 5. (XXV.)

4) R. in notis: Corderius.

5) R. in notis: Schedae Grabii, Barbarus. Similia

habet Cod. Coislinianus.

Cfr. Psalm. XXVI, 4. 5. (XXV.)

» Νίψομαι ') ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυ κλώσω τὸ θυσιαστήριόν σου, κύριε," κ. τ. ε Λογικὸν 2) θυσιαστήριον θεοῦ, ὁ νοῦς ἡμῶν ἐστιν, ἐφ ̓ οὗ καίομεν τῷ παρὰ τοῦ πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπό του. Ὅτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ βλέπει πρὸς ἑαυτὴν, καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ θεοῦ, μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν· τὴν γὰρ ἀφροσύνην γωνίαν παρεδρεύειν ὁ σοφός φησί) Σολομών. Ἔστι δὲ θυσιαστήριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾗ καθαίρεται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκώς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ.

·,, Κύριε, 4) ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσης μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομίαι. Ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων," κ. τ. ε. Την 5) ψυχὴν ἀπαθῆ διε φύλαξα.

[ocr errors]

Τοῦ αὐτοῦ. Ὡς) δυναμένου καὶ δικαίου συν απολέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. Καὶ ὁ ̓Αβραὰμ δὲ πρὸς τὸν θεόν·,, μὴ 1) συναπολέσῃς, φησὶ, δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής. Χρησ στέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς.

[ocr errors]
[ocr errors]
[merged small][ocr errors]

1) Psalm. XXVI, 6. (XXV.)

2) R. in notis: Schedae Grabii, Cod. Coislinianus. 3) Cfr. Prov. VII, 12.

4) Psalm. XXVI, 8. 9. 10. (XXV.)

5) R. in notis: Schedae Grabii, Cod. Coislinianus. 6) R. in notis: Schedae Grabii, Cod. Coislinianus, Barbarus. Cfr. Psalm. XXVI, 9. (XXV.)

7) Genes. XVIII, 23.

*) Psalm. XXVI, 10. (XXV.)

[ocr errors]

ρων. Επειδή ) ἐργάζοντο ἀνομίαν, διὰ τοῦτο τὴν

δεξιὰν αὐτῶν ἐπλήρουν δώρων.

Ψαλμὸς εἰκοστὸς ἕκτος.

[ocr errors]

Κύριος 2) φωτισμός μου καὶ σωτήρ μου, τίνα φο βηθήσομαι; Κύριος υπερασπιστής τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; κ. τ. ε. Ὁ 3) ἀνδρεῖος ταῦτα ἐρεῖ, καὶ γνώσει πεφωτισμένος, ὁποῖος ἦν ὁ λέγων· τίς 4) ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Καὶ γὰρ εἰ ἀληθῶς ὁ Χριστὸς ὑπὲρ ἡμῶν, ἐξουδένωνται πᾶς ὁ καθ' ἡμῶν. Ἐὰν δὲ μὴ ἐκλάβωμεν τό· „ ζωῆς 5) μου· ἐπὶ τοῦ εἰπόντος ἐγώ εἰμι ἡ ζωή. ἀλλ ̓ ἐπὶ τῆς ἁπλούστερον νοουμένης, οὐκ ἔσται ὑπερασπιστής τῆς τῶν μαρτύρων ζωῆς ὁ κύριος. Καὶ ὁ Παῦλος δὲ λέγων·„ὥστε ") ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· τὴν θείαν ἔλεγε ζωήν. Δειλίαν δὲ οὐ πείσεται ὁ ταῦτα λέγων ἐκ διαθέσεως. » Τοῖς ) γὰρ δειλοῖς, κατὰ τὸν κύριον, τὸ μέρος ἐν τῇ λίμνῃ τοῦ πυρός.“ Προσκόπτει δὲ ψυχὴ τυφλώττουσα, καὶ πάντα φοβεῖται, καὶ τὴν εἰς θεὸν ὁμολογίαν ἀρνήσεται· ὑπὸ θεοῦ δὲ φωτισθεῖσα, πρῶτον μὲν τὸν πρόμαχον αὐτῆς καὶ σωτῆρά ἐστι θεωροῦσα, μετὰ δὲ ταῦτα τῶν αὐτῆς πολεμίων καταθαῤῥεῖ,

[ocr errors]

1) R. in notis: Schedae Grabii, Cod. Coislinianus, Barbarus.

2) Psalm. XXVII, 1. (XXVI.)

3) R. in notis: Corderius, et Cod. Coislinianus num. 189. Verum nonnulla iisdem fere verbis exstant apud Eusebium.

4) Rom. VIII, 35.

5) Cfr. Psalm. XXVII, 1. (XXVI.)

6) Ev. Joann. XIV, 6.

7) II Cor. I, 8.

« PreviousContinue »