Page images
PDF
EPUB

τῶν ἐχθρῶν ἐξέρχεται· ὁ δὲ φαῦλος ὡς νικηθεὶς ἀποπίπτει αὐτῶν κενὸς, καὶ οὐδὲν ἔχων πληρώματος.

Οἱ

Τοῦ 1) αὐτοῦ. Κενός ἐστιν ὁ μὴ λέγων· καὶ 2) ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. δὲ τοιοῦτοι καὶ κάλαμοι λέγονται τρέφοντες ἐν ἑαυτοῖς θηρία, περὶ ὧν εἴρηται· ἐπιτίμησον 3) τοῖς θηρίοις καλάμου. Καὶ ὁ διάβολος δὲ παρὰ 4) πάπυρον κοι μᾶται, φησὶν ὁ Ἰάβ, καὶ βούτομον, καὶ κάλαμον. Αὐτὸς γάρ ἐστι βασιλεὺς τῶν ἐν τοῖς ὕδασι.

[ocr errors]
[ocr errors]

Καταδιώξαι 5) ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι," κ. τ. ε. Η*) ζωὴ τοῦ ἔτι τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος, καταπεπάτηται ὑπὸ τοῦ ἐχθροῦ εἰς γῆν· οὗτος δὲ κἂν δοξάζεσθαί ποτε δοκῇ, κατεσκήνωσεν αὐτοῦ ἡ δόξα εἰς χοῦν, ὡς τῶν ποιούντων τι διὰ δόξαν καὶ τὸν παρὰ πολλῶν ἔπαινον, ἢ τὴν παρ' αὐτῶν ἀποδοχήν.

Ανάστηθι ") κύριε ἐν ὀργῇ σου, ὑψώθητε ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, κ. τ. ε. Οὐ ) σωματικῶς νοητέον τὸ ἀναστῆναι, ἀλλὰ τὸ τιμωρητικὸν, καὶ ἀναλωτικόν.

[ocr errors]

Τοῦ αὐτοῦ. Εἰ°) ἡ ὀργὴ τοῦ Θεοῦ παιδεύει τοὺς μὴ λόγῳ παιδευθῆναι θελήσαντας αὐτοῦ, ὁ ταῦτα λέγων, παιδευθῆναί τινας εὔχεται. Ὅταν δὲ τέλος καὶ πέρας λάβῃ ἡ ἔχθρα, τῶν ἐχθρῶν τοῦ Χριστοῦ καταρ γουμένων, ὑψοῦται ἐν αὐτοῖς τοῖς πέρασι τῶν ἐχθρῶν

1) Cfr. pag. 11. notae 5. et 6.

2) Ev. Joann. I, 16.

3) Psalm. LXVIII, 30. (LXVII.)

4) Job. XL, 21.

5) Psalm. VII, 5.

Ed. Ruaci: βούτουμον.

6) R. in notis: Schedae Mss. Grabii, et Barbarus.

7) Psalm. VII, 6.

*) R. in notis: Schedae Grabii.

ὁ κύριος, καὶ καθ ̓ ἕκαστον τῶν διὰ κακίας ἐχθρῶν Χριστοῦ ὑψοῦται ὁ κύριος, πέρας λαβούσης τῆς ἔχθρας, καὶ ἀρχὴν ἐχούσης τῆς καταλλαγῆς καὶ φιλίας. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν ἐχθρῶν τοῦ δικαίου.

[ocr errors]

Εξεγέρθητι, ') κύριε ὁ θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, κ. τ. ε. Αντί 2) τοῦ μεθ ̓ οὗ ἐνετείλω προστάγματος ἐξεγέρθητι, προστάσσων αὐτὸ δυνάμεσι συνεργούσαις τῇ κυκλούσῃ σε συναγωγῇ λαῶν.

Καὶ 3) ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Κύριος κρινεῖ λαούς," κ. τ. ε. Εἰς 4) τὸ ὕψος, ὅθεν καταβέ βηκας, ἐπίστρεψον μετὰ τὴν ἀνάστασιν.

[ocr errors]

»Τοῦ 5) αὐτοῦ Ὅταν 6) ὑψωθᾶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.

66

Συντελεσθήτω ") δὴ πονηρία ἁμαρτωλῶν," κ. τ. ε. Ὅταν ) οὐκέτι ἁμαρτάνῃ τις, συντελεῖται αὐτοῦ ἡ που νηρία· ἢ πονηρία τῶν ἁμαρτωλῶν ὁ διάβολός ἐστι.

99

[ocr errors]

66

Ἐὰν μὴ ἐπιστραφῆτε, ἕως τοῦ·,καταβήσεται, κ. τ. ε. Μήποτε 10) παρασεσιωπημένως ταῦτα περὶ τοῦ διαβόλου εἴρηται. Οὗτος γὰρ πρὸ τούτοις καὶ ὠδίνησεν ἀδικίαν, καὶ τὰ ἑξῆς, ὀργὴ τυγχάνων. Ὁ πατὴρ δὲ τοῦ εἰπόντος· ἐγώ 11) εἰμι ἡ ζωή... οὐχ ἑτοιμάζει ἐν τῷ τόξῳ αὐτοῦ σκεύη θανάτου· τίθησι γοῦν τὸ τόξον αὐτοῦ ἐν τῇ νεφέλη, ἵνα μὴ ἐπαγάγῃ ὕδωρ κατακλυσμοῦ ἐπὶ τὴν γῆν. Διὸ περὶ τοῦ διαβόλου ταῦτα λέγεσθαι

1) Psalm. VII, 6. 7.

2) R. in notis: Schedae Mss. Grabii.
3) Psalm. VII, 7. 8.

4) R. in notis: Schedae Mss. Grabii.
5) Cfr. pag. huj. notae 3. et 4.

6) Cfr. ev. Joann. XII, 32.

7) Psalm. VII, 9.

*) R. in notis: Corderius, Barbarus.
9) Psalm. VII, 12. coll. 16. 17.
19) R. in notis: Cod. Coislinianus.
11) Ev. Joann. XIV, 6.

νομιστέον. Καὶ πεπυρωμένα τοῦ πονηροῦ ἐστιν, ἃ ἐξειργάσατο τοῖς καιομένοις καὶ πυρουμένοις ὑπὸ παθῶν.

Τοῦ αὐτοῦ εἰς τό· καὶ 1) ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου," κ. τ. ε. Σκεύη 2) θανάτου εἰσὶν ἀκάθαρτα λογικὰ, ἢ αἱ τὸν θάνατον ἔχουσαι ψυχαί· ὡς σκεύη ζωῆς αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί. Οὕτω γὰρ καὶ Παϋλον σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ κύριος.

Ἰδοὺ,3) ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν," κ. τ. ε. Ὁ 4) φιλόθεος, ἀλλὰ φιλή δονος, ἀνάλογον αἷς δουλεύει ἡδοναῖς συλλαμβάνει πόνον ἕνα συνημμένον, καὶ μὴ ἔχοντα μεταξὺ διά λειμμα, καὶ ὠδίνει ἀδικίαν, καὶ τίκτει ἀνομίαν. Ἐκ δὲ τῶν ἐναντίων, ὁ μὴ φιλήδονος, ἀλλὰ φιλόθεος, ἀνά λογον οἷς ἀναδέχεται δι' ἀρετὴν πόνοις, συλλαμβάνει εὐπάθειαν, τὴν χαρὰν, μίαν συνημμένην, καὶ μὴ ἔχου σαν μεταξὺ διάλειμμα, καὶ ὠδίνει δικαιοσύνην, καὶ τίκτει εὐνομίαν· καὶ οὕτως τέκνον γίνεται εὐνομίας, ἀνομίαν ἑκάστην μισῶν.

Τοῦ *) αὐτοῦ εἰς τὸ αὐτό. Ἔτεκεν *) ἀνομίαν, ἐπειδὴ συνέλαβε πόνον, καὶ ὠδίνησεν ἀδικίαν, Αὕτη γάρ ἐστιν ἀκολουθία φύσεως. Ωδίνησεν ̓Αχιτόφελ τὴν πονηρὰν εἰσηγησάμενος γνώμην,

Λάκκον7) ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. Επισρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται," κ. τ. ε. Μήποτε) ὁ λάκκος χωρίον κολάσεως ἐστιν, εἰς ὃν προνοίς θεοῦ αὐτὸς

1) Psalm. VII, 13.

2) R. in notis: Schedae Grabii.

3) Psalm. VII, 14.

4) R. in notis: Cod. Coislinianus, et Corderius.

5) Cfr. pag. huj. not. 3.

6) R. in notis: Schedae Grabii.

7) Psalm. VII, 15. 16.

ὀρύξας ἐμπεσεῖται. Ισόπεδος δέ ἐστιν αὐτοῦ ἡ κορυφή τῷ λοιπῷ σώματι. Οὐδὲν γὰρ αὐτοῦ ἄνω. Διὸ καὶ δράκων που λέγεται. Εικότως οὖν ἡ ἐπαρθεῖσα καὶ ὑψωθεῖσα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἀδικία αὐτοῦ, καθαιρουμένη ἐπὶ τὴν κορυφὴν αὐτοῦ καταβήσεται.

[ocr errors]

Ψαλμὸς ὄγδοος.

[ocr errors]

7)

Εἰς) τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμος τῷ Δαυίδ," κ. τ. ε. Καὶ) ἐν τῷ ὀγδοηκοστῷ 3) καὶ ὀγδοηκοστῷ 4) τρίτῳ ψαλμῷ τὴν ὑπὲρ τῶν ληνῶν εὑρήσεις ἐπιγραφήν. Πρὸς δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε) φυτεύοντος ἄμπελον, τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν· δεσμεύων ) πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τὴν Ἰσσάχαρ, ὃς ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὴν Οζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γυνὴ δὲ παντὸς δικαίου „, ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ ἐκκλη σιαστὴς ἐφύτευσεν 10) ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· οἴνῳ 11) δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.“

1) Psalm. VIII.

[ocr errors]

2) R. in notis: Corderius, Barbarus, schedae Combefisii et Grabii.

3) Cfr. Psalm. LXXXI. (LXXX.)
4) Cfr. Psalm. LXXXIV. (LXXXIII.)
*) Gen. XLIX, 11.

5) Cfr. Gen. ΙΧ.

7) Gen. XLIX, 15.

8) Cfr. Psalm. CXXVIII, 3. (CXXVII.)
9) Cfr. Psalm. CIV, 15. (CIII.)

10) Cfr. Ecclesiast. II, 4. 5.

11) Prov. III, 10.

Τοῦ αὐτοῦ. Ληνοί) εἰσι φύσεις λογικαὶ, τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι.

Εκ) στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον," κ. τ. ε. Ἐν τῷ κατὰ Ματθαῖον, πρότερον μὲν οἱ προάγοντες τὸν σωτῆρα, ἀλλὰ καὶ οἱ ἀκολου θοῦντες αὐτῷ ἔκραζον, λέγοντες·„,ὡσαννὰ 3) τῷ υἱῳ Δαυίδ! εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου! ὡσαννὰ ἐν τοῖς ὑψίστοις!“ Ολίγον δὲ ὕστερον γέγρα πται, ὅτι εἰδόντες 4) οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας· ὡσαννὰ τῷ υἱῷ Δαυίδ! ἠγανάκτησαν, καὶ εἶπον αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί. Οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων, καὶ τὰ λοιπά. Ἔοικεν οὖν ὁ Ματθαῖος τοὺς αὐτοὺς ὄχλους λέγειν παῖδας, καὶ ὁ σωτὴρ οὐχ ἁπλῶς παῖδας, ἀλλὰ καὶ νηπίους καὶ θηλάζοντας, διδάσκων ἡμᾶς δὲ ὧν ἐξέθετο ῥητῶν τοῦ ψαλμοῦ μετὰ ἀλληγορίας, ἀλληγορεῖν καὶ τὸν ψαλμόν. Ζητήσεις δὲ, πότερον ταὐτόν ἐστιν οἶκος Δαυίδ, καὶ υἱὸς Δαυίδ. Καὶ εἰ μὴ ταὐτόν ἐστιν, ἡμάρτηται τὸ κατὰ Ματθαῖον γραφικῶς, ὄφειλον ἔχειν ἤτοι δὶς τῷ οἴκῳ Δαυὶδ, ἤτοι τῷ υἱῷ Δαυίδ.

Ἕνεκα *) τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν," κ. τ. ε. Εχθρὸν 6) καὶ ἐκδικητὴν, τὸν ἀληθινὸν νόει Ναβουχοδονόσορ. Τὸν διάβολον κατέλυσεν ὁ Χριστὸς δὲ ἁλιέων καὶ ἀγραμμάτων καὶ τῇ κακία νηπιαζόντων.

Ὅτι ") ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων

1) R. in notis: Schedae Grabii, Barbarus.

2) Psalm. VIII, 2.

3) Matth. XXI, 9.

4) Matth. XXI, 15. 16. coll. Psalm. VIII, 2.

5) Psalm. VIII, 2.

6) R. in notis: Schedae Grabii, et Barbarus.

« PreviousContinue »