Page images
PDF
EPUB

σθαι, ἀπὸ τῆς καρδίας ἐγκατελείφθημεν. ἱκετεύει δὲ ὁ λέγων· ἐλέῳ φυλαχθῆναι, τῶν προτέρων μεμνημένος κακῶν πρὸς τὸ μὴ αὖθις περιπεσεῖν τοῖς αὐτοῖς. Καὶ ἡ ἀνάμνησις δὲ τῆς ἐπὶ τὰ κρείττονα μεταβολῆς, εὐχα ρίστους εργάζεται καὶ προσεκτικούς, ενώ

» Καταισχυνθείησαν ') καὶ ἐντραπείησαν ἅμα οδ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξάραι αὐτήν, “ κ. τ. ε. Οὐ') κατ ̓ οὐσίαν ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν. το κ Ἐγὼ 3) δὲ πτωχός εἰμι," κ. τ. ε. Πρὸς 4) την τῶν ἀγαθῶν κτῆσιν ἀσθενῶν, πτωχὸν καὶ πένητα δαψ τὸν ὁμολογεῖ, καὶ τῷ θεῷ τὴν περὶ αὐτοῦ φροντίδα ἀνατίθησιν, ἐπιρρίπτων τὴν μέριμναν ἐπὶ κύριον, ὡς ἐπὶ κηδεμόνα. N (20..

Ψαλμὸς τεσσαρακοστός.

[ocr errors]

66

[ocr errors]

T

119, Μακάριος 5) ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, 2. T. ε. Τί ἔστιν ὁ συνιών; Ὁ νοῶν. Τί ἔστι „πένης;“ Ὁ τὴν θλίψιν αὐτοῦ καταλαμβάνων. Ὁ γὰρ μαθὼν αὐτοῦ τὴν θλίψιν, πάντως καὶ εὐθέως αὐτὸν ἐλεήσει. Δύναται ὁ συνιεὶς πτωχὸν λόγου, καὶ σοφίας, καὶ τοῦ καλοῦ μακαρίζεσθαι, ὠφελῶν αὐτὸν, ἤτοι τὸν κοινῶς πτωχὸν, ἢ τὸν μακαριζόμενον. (Εν') ἡμέρα πονηρᾷ φύσεται αὐτὸν ὁ κύριος· ἤτοι ὡς μιᾷ ἡμέρα οὔσῃ πονηρᾷ ὅλῃ τῇ τοῦ ἐνεστῶτος αἰῶνος, ἢ τῆς κρί

66

1) Psalm. XL, 14. (XXXIX.), ) :-iton vi al (

2) R. in notis: Cod. Coislinianus.

3) Psalm. XL, 17. (ΧΧΧΙΧ.).
4) R. in notis: Catena Corderii.
5) Psalm. XLI, 1. (XL.)

[ocr errors]
[ocr errors][merged small]

σεως. Ἔστι γὰρ αὕτη σκότος τοῖς ἁμαρτωλοῖς, καὶ οὐ φῶς κατὰ τὸν προφήτην. Καὶ ὁ ἀπόστολος φησιν· ,, ὅτι ') αἱ ἡμέρα πονηραί εἰσι. Καὶ πάλιν· ὅπως 2) ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ • Παραινεῖ οὖν φιλανθρώπους εἶναι πρὸς ἐνδεεῖς, ἢ συνιέναι τὸν ἑκουσίως πτωχεύσαντα.

[ocr errors]

66

Κύριος (3) βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτ τοῦ, καὶ τὸ ει Κλίνη 4) οδύνης τὸ σῶμά ἐστι τῆς τα πεινώσεως. Ὅλην) τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίας αὐτοῦ. Πρὸς τὰ ἀμείνω μετενεχθήσεται, φησὶν, καὶ μεταβολὴν ἕξει πρὸς εὐρωστίαν· ἔθος γὰρ τῇ γραφῇ τὴν στροφὴν ἀντὶ τῆς μεταβολῆς τιθέναι, ὡς τό ἔστρεψας α) τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί

[ocr errors]

„Οἱ7) ἐχθροί μου εἶπαν κακά μοι," κ. τ. ε. () ἀόρατοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ ἠθέλησαν αὐτὸν ἀποθανεῖν, ὡς ἵνα σβέσωσι τὴν δόξαν τοῦ ὀνόματος αὐτοῦ· ἀλλὰ πρὸς τῷ μὴ ἀπολέσθαι, καὶ κάμψει ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Εἴποις δὲ αὐτὸν καὶ ὑπὲρ τῶν αὐτοῦ μαθητῶν ποιήσασθαι τὴν εὐχὴν, οὓς ὥσπερ ψυχὴν αὐτοῦ τυγχάνοντας νοσῆσαι κατ' ἐκεῖνον συνέβη τὸν καιρὸν, καὶ ἡμαρ τηκέναι, ὅτε πάντες καταλιπόντες αὐτὸν ᾤχοντο, Πέτρος δὲ καὶ τρίτον ἦρνήσατο.

66

τείς, καὶ 9) εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει, πτ.ε. 0019) ἀφανεῖς καὶ ὁρώμενοι ἐχθροὶ Χριστοῦ

[blocks in formation]

3) Psalm. XLI, 3. (XL.)

4) R. in notis: Cod. Coislinianus.
5) Psalm. XLI, 3. (XL.) › I..

6) Psalm. ΧΧΧ, 11. (ΧΧΙΧ.)
7) Psalm. XLI, 5 (XL.)

8) R. in notis: Catena Corderii.
9) Psalm. XLI, 6. (XL.)

[ocr errors][ocr errors]

θάνατον αὐτῷ κατεσκεύαζον. Ὁ δὲ Ἰούδας εισεπορεύετο μὲν τοῦ ἰδεῖν τὰ γινόμενα, καὶ λεγόμενα ἐν παραβο λαῖς, ἐλάλει δὲ μάτην, ἅτε μὴ χωρῶν αὐτὰ νοῆσαι, διὰ τὴν τυφλώττουσαν αὐτὸν κακίαν. Αρμόζει δὲ τὸ ῥητὸν καὶ πᾶσι τοῖς ἀπόῤῥητα ἐπαγγελλομένοις τοῖς ἑτεροδόξοις. Ἢ ἔξω τοῦ σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ἤδη γενόμενος μάτην ἐλάλει, διδάσκαλον προσαγορεύων τὸν κύριον, τῆς καρδίας αὐτοῦ ἀνομίας συναγαγούσης. Οὗτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν, ἔξω τῆς ̓Ιησοῦ μαθητείας γινόμενος, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ σωτῆρος, καὶ λάθρα τὴν προδοσίαν ἐκινοῦτο. ̓Αλλὰ καὶ τοῦ πονηρὰ διαλογιζομένου, καὶ τοῦ ἐπινοοῦντος τὰ αἱρετικὰ ἡ καρδία συνάγει ἀνομίαν αὐτῷ· ὅστις κἂν λάβῃ, ἐκπορεύεται ἔξω. Περὶ ὧν εἴρηται· τοῖς ) δὲ ἔξω ἐν παραβολαῖς. Καί τούς 3) ἔξωθεν ὁ θεὸς κρίνει.

[ocr errors]
[ocr errors]

,,Μὴ3) ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆ ναι," κ. τ. ε. Αναγκαίως) λέγει τῇ κοιμήσει τὴν ἀνά στασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος. Αναγ καίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.

„Σὺ5) δὲ κύριε ἐλέησόν με, κ. τ. ε. Τὸν) ἔλεον καὶ τὴν ἀνάστασιν οὐκ ἑαυτῷ, ἀλλ' ἡμῖν αἰτεῖ. Ἔστι δὲ τὸ μέν· ἀνάστησόν") με 6 άνθρωποπρεπῶς· τὸ δέ , ἀνταποδώσω 8) αὐτοῖς δηλαδὴ τοῖς ἐχθροῖς, θεοπρεπῶς. Ἐπιχαίρει δὲ τοῖς ἡττωμένοις ὁ ἐχθρός. Εἶτα πάλιν ἀνθρωπινώτερον ἔφη·„ ἐν τούτω ἔγνων, ὅτι

1) Marc. IV, 11.

2) Cfr. I Cor. V, 12.

3) Psalm. XLI, 8. (XL.)

4) R. in notis: Cod. Coislinianus.
5) Psalm. XLI, 10. (XL.)

6) R. in notis: Catena Corderii.

7) Psalm. XLI, 10. (XL.)

8) Psalm. XLI, 10. (XL.)
9) Psalm. XLI, 11. (XL.)

τεθέληκάς με ἔν τε τῷ ἐλεῆσαι καὶ ἀναστῆσαι, τουτέστιν, ἠγάπησας. Ἐν ἀγάπῃ γὰρ πᾶν θελητόν. Ἐμοῦ δὲ ἀναστάντος οὐ μὴ ἐπιχαρῇ ὁ τῆς ἀνθρωπότητος ἐχθρὸς ὁ διάβολος, ὁ τὸν θάνατον δὲ ἁμαρτίας ἐπαγαγών. Η τάχα καὶ Ἰουδαίους αινίττεται. Καὶ τό· ἐμοῦ ') δὲ διὰ τὴν ἀκακίαν·“ ἤτοι ἀμίαντον, ἀνθρωπινώτερον εἴρηται. Ἐβεβαιώθημεν δὲ ἐν Χριστῷ, καὶ τοῦτο ἐνώ πιον τοῦ πατρὸς γενόμενον εἰς τὸν αἰῶνα.

Ψαλμὸς τεσσαρακοστός πρῶτος.

Εδίψησεν 3) ἡ ψυχή μου πρὸς θεόν," κ. τ. ε. Πρὸς 3) τὸν θεὸν διψῶσιν οἱ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τῷ δεψαν μακαριζόμενοι. Οὐκ εἶπεν· ἐδίψησεν ἡ ψυχή μου τὸν θεόν· οὐ γὰρ θεὸν πίνει ἡ ψυχή· ἀλλὰ πρὸς τὸν θεόν. Τὰ γὰρ πρὸς θεὸν ὁ ἅγιος διψᾷ, ὥσπερ ὁ ἁμαρτωλὸς τὰ μὴ πρὸς θεὸν, ἀλλὰ τὰ πρὸς κοσμικὴν ζωὴν, ἢ τὰ πρὸς διάβολον. Καὶ ὁ σωτὴρ δὲ εἱστήκει, καὶ ἔκραξε λέγων·,, ἐάν 4) τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Καὶ ὅτι μόνοι οἱ ἅγιοι ὀφθήσονται τῷ προσώπῳ τοῦ θεοῦ, ἀποτρέποντος αὐτὸ ἀπὸ ἁμαρτωλῶν. Η ὡς ἀποστρέψαντος τοῦ θεοῦ τὴν ἐποπτικὴν αὐτοῦ δύναμιν ἀπὸ τοῦ λαοῦ, ἀπεθρήνουν τὴν ἐνταῦθα ζωήν· πρὸς αὐτὸν δὲ καταντῶν ἠβούλοντο τὸν θεόν. Τοῦτο δὲ ἔλεγον παντὸς μώμου κεκαθαρμένοι. Ὁ γὰρ ἐσπιλωμένος· ἀπόστρεψον, 5) φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.

[ocr errors]

Τοῦ αὐτοῦ. Εἰ *) τὸ πρόσωπον τοῦ Θεοῦ οἱ

1) Psalm. XLI, 12. (XL.);

2) Psalm. XLII, 2. (XLI.)

3) R. in notis: Catena Corderii.

4) Ev. Joann. VII, 37. 5) Psalm. LI, 9. (L.)

[ocr errors]
[ocr errors]

ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐπιθυμεῖ γενέσθαι ὁ Δαυίδ, καὶ βλέπειν τὸ πρόσωπον τοῦ θεοῦ. Εγενήθη) τὰ δάκρυά μου ἐμοί," κ. τ. ε. Ων) τὰ δάκρυα ἄρτος, μακάριοι οἱ κλαίοντες νῦν. Τελείου ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν, ἐπεὶ ὁ ἀτελὴς ταράσσε ται ὑπὸ τῶν ἔξωθεν, καὶ ἔξω τὴν ἑαυτοῦ ψυχὴν ἔχει, ἀσχήμων καὶ ἐλεγχόμενος παρὰ πᾶσι, διὰ τῶν λόγων ἀπογυμνῶν τὴν ψυχήν. Ὁ δὲ ἅγιος συνάγει ἀπὸ τῶν πρὸς τὰ ἔξω τὴν ψυχὴν ἑαυτοῦ. Ὁ δὲ ἀπὸ διαθέσεως δακρύων, τὰ δάκρυα αὐτοῦ ἄρτου δίκην τραφήσεται οὐκ ἐν τοῖς αἰετικοῖς μόνον, ἃ ἡμέραν καλεῖ, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς, ἃ νύκτα ὀνομάζει.

Τοῦ αὐτοῦ.

Τροφιμώτατός 3) ἐστι κλαυθμὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται.

Ἐν *) τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου," κ. τ. ε. Ὁ 5) θεὸς μὲν ὡς δημιουρ γός ἐστιν ἐν πᾶσι τοῖς γεγονόσιν· ὡς δὲ ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς ἁγίαις δυνάμεσιν. Εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πὴ μὲν δυνάμει, πὴ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ἐστὶν ὁ Θεός. Τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ θεὸν, ἀγγέλων ἐστί· τὸ δὲ μηδέποτε, δαιμόνων· τὸ δὲ ποτὲ μὲν καλῶς, ποτὲ δὲ οὐκ ὀρθῶς, ἀνθρώπων ἐστίν. Εὐλόγως δέ τις ἂν ἀποκρί ναιτο τό· ποῦ ) ἐστιν ὁ θεός;“ ὅτι πανταχοῦ, πλὴν τῆς ὑμετέρας ψυχῆς.

[ocr errors]

Ότι ") διελεύσομαι ἐν τόπῳ σκηνῆς, κ. το ε

1) Psalm. XLII, 3. (XLI.)

2) R. in notis: Catena Corderií.
3) R. in notis: Schedae Grabii.
4) Psalm. XLII, 3. (XLI.).
4) R. in notis: Schedae Grabii.
6) Psalm. XLII, 3. (XLI.)
7) Psalm. XLII, 4. (XLI.)

« PreviousContinue »