Page images
PDF
EPUB

σε

μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. ̓Αγαθὸν τὸ τὰ τέως μὴ ὁρώμενα ἐχθρὰ ἡμῶν, ἂν ἔτι λανθάνωνται ἡμᾶς, ἤδη ποτὲ θεωρηθῆναι, καθὸ ἐχθρά ἐστι. Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν, ἢ τοῦ διορατικού καὶ ἱκανοῦ βλέπειν τὸ φίλον; Ὁ δὲ μὴ διορατικὸς ὀφθαλμός, ἀπατώμενος καὶ παρορῶν, τὸ ἐχθρὸν ὡς φίλον βλέψεται, καὶ τὸ φίλον ὡς ἐχθρόν.

[ocr errors]

Ψαλμὸς πεντηκοστός τέταρτος.

66

Ενώτισαι ') ὁ θεὸς τὴν προσευχήν μου, κ. τ. ε. Οὐδεὶς”) τῶν ἁμαρτανόντων, μάλιστα παρὰ τὸν τῆς ἁμαρτίας καιρὸν, θέλοι ἂν ἵνα προσέχῃ αὐτῷ ἀνὴρ σεβάσμιος, πόσῳ ἧττον θεός. Εἴπερ συνιεῖς τό· ἐνωτί σασθε 3) πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην τὰ ἔρημα τοῦ λόγου τῆς κακίας χωρία καταλιπών, ἐλήλυθας ἐπὶ τὴν οἰκουμένην, καὶ ἐλθὼν κατῴκισας ἐν αὐτῇ. Καὶ ἐνωτίσας τὰ λόγια τοῦ θεοῦ λέγε·ἐνώτισαι *) ὁ θεὸς τὴν προσευχήν μου· καὶ ἐνωτίσεται, ἀλλὰ καὶ μὴ ὑπεριδὼν δεομένου σου. Θάῤῥει ὡς οὐχ ὑπεροφθη σόμενος εἰπεῖν· καὶ 5) μὴ ὑπερίδης τὴν δέησίν μου. ̓Αλλὰ καὶ εἰ προσέχεις θεῷ, πεποιθὼς αὐτῷ, λέγε τό πρόσχες ) μοι ἔτι δὲ εἰ ἤκουσας αὐτοῦ, εἰσακούσε ταί σου. ̓Αλλὰ εἰ καὶ ὡς ὁ ἀπόστολος") διὰ φιλανθρωπίαν λυπούμενος κλαίεις μετὰ κλαιόντων, καὶ στενά ζεις ἐν τῷ σκήνει βαρούμενος, εἰπὲ τό·, ἐλυπήθην, 8) καὶ τὰ ἑξῆς.

[ocr errors]

1) Psalm. LV, 1. (LIV.)

66

*) Psalm. LV, 1. (LIV.)

2) R. in notis: Catena Corderii.
3) Psalm. XLIX, 1. (XLVIII.)
4) Psalm. LV, 1. (LIV.)
6) Psalm. LV, 2. (LIV.)
8) Psalm. LV, 2. (LIV.)

7) Cfr. Rom. XII, 15.

[ocr errors]

Ελυπήθην ') ἐν τῇ ἀδολεσχίᾳ μου," κ. τ. ε. Ἢ2) ἀδολεσχίαν ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐπὶ τῆς ̓Αννης· ἐκ 3) πλήθους ἀδολεσχίας μου ἐκτέτηκα. Καὶ ὅσα δὲ πράττομεν ἢ λέγομεν παρὰ τὸν ὀρθὸν λόγον, αδολεσχία ἐστὶ, ὡς καὶ ὅσα εἰκῇ λαλοῦμεν. Κατέγνω οὖν ἑαυτοῦ ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν τῆς ψυχῆς ἀπολωλεκέναι γαλήνην ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ἐξομολογεῖται οὖν, διδά

σκων ἡμᾶς ὁ προφήτης ἐξομολογεῖσθαι, τὸ πρόσωπον ἡμῶν ἀναλαβών.

Καὶ 5) ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ ̓ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι,“ κ. τ. ε. Χριστοῦ 6) ἀποσπῶντος ἀνθρώπους ἀπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, ἡ φωνὴ τοῦ ἁμαρτωλοῦ διαβόλου παρορμῶντος τὰς ὑπ ̓ αὐτὸν δυνάμεις κατὰ τοῦ σωτῆρος, αἰτία ἐγίνετο τοῦ ἐκείνας ἐκκλίνειν ἐπ ̓ αὐτὸν τὴν ἀνομίαν, καὶ ἐν ὀργῇ ἐγκοτεῖν αὐτῷ, ὡς τοῦ Ἰησοῦ ταράττεσθαι τὴν καρδίαν ἐν αὐτῷ, καὶ δειλίαν θανάτου ἐμπίπτειν αὐτῷ, φόβου καὶ τρόμου ἐρχομένων ἐπ' αὐτὸν, καὶ σκότου καλύπτοντος αὐτόν.

[ocr errors]

66

Η') καρδία μου ἐταράχθη ἐν ἐμοί, κ.τ. ε. Ἔχει) τι ὅμοιον τό· ἡ°) καρδία μου ἐταράχθη ἐν ἐμοί· “ τῷ·„πρὸς 10) ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. ̓Αλλὰ

') Psalm. LV, 2. (LIV.)

2) R. in notis: Catena Corderii.
3) Cfr. I Sam. I, 16. (I Regg.)

4) Cfr. Psalm. LV, 3. (LIV.)

5) Psalm. LV, 2. 3. (LIV.)

6) R. in notis: Cod. Coislinianus secundus.

7) Psalm. LV, 4. (LIV.)

66

β) R. in notis: Catena Corderii, et Cod. Coislinianus.

[ ] 9) Psalm LV, 4. (LIV.)

[ocr errors]

-

καὶ ἐπὶ θανάτῳ προσδοκωμένῳ δειλία από τινος πονηρᾶς ἐνεργείας γίνεται, ἥτις βουλομένη ἐνεργῆσαι εἰς τὸν λέγοντα τὸν ψαλμὸν, ἐπέπεσεν αὐτῷ, οὐ πάντως δὲ καὶ ἐνήργησεν ὃ ἐβουλήθη. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ἐλθόντος ἐπ' αὐτὸν φόβου καὶ τρόμου· ἅτινα ἐπεὶ εὗρεν αὐτὸν ἐγρηγορότα, οὐκ ἐνήργησεν. Ἐκάλυψε με δὲ σκότος· εἶπε, διὰ τὸ σῶμα σκοτοῦν τὴν ψυχὴν, ὅτε ἁμαρτωλὸς καὶ ἐχθρὸς ἐκκλίνουσιν ἐπ ̓ ἐμὲ ἀνόμιον ποίησιν. Αμαρτία γὰρ ἁμαρτίαν ἐρεθίζει· δίκαιος δὲ δικαίῳ συνών δικαιότερος γίνεται. Καὶ 3) ἐν ὀργῇ ἐνεκότουν μοι. Καὶ τοῦτο τῶν ἁμαρτωλῶν, οἳ καὶ τὴν ἔχθραν οὐχ ἁπλῶς ἐργάζονται, ἀλλὰ καὶ ἐν σκότῳ. Εγκοτεῖν δέ ἐστιν, ἐναποκειμένην ἔχειν τὴν ὀργήν. Ἐπισταται σπουδαῖος ἅπας ἕτερον εἶναι, τὸ ἐν λογισμοῖς ἁμαρτάνειν, ὃ καὶ ἀνεκτόν ἐστι καὶ ἕτερον, ἐν πράξει καὶ λόγοις, ὃ καὶ ἐπικίνδυνον καὶ βαρύ. Διδ καὶ εἴ ποτε ἐν λογισμοῖς συμβαίῃ κλόνον καὶ βλάβην γίνεσθαι, ἐν ἑαυτῷ φυλάττει αὐτὰ, οὐδὲ προφέρει λό γον, κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα, οὐδὲ πράττει ἀποτελεσματικῶς, εἰδὼς ιάσιμον εἶναι τὸ ἐνθύμημα. Τὸ δὲ ἐν πράξει καὶ λόγοις, δυσίατον ἔσθ' ὅτε καὶ ἀνίατον. Διό φησιν· „ ἡ 3) καρδία μου ἐταράχθη ἐν ἐμοί. Οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν, ἢ ἔπραξα τι κατ' αὐτόν. Ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου ἀκολοθοῦντος τῇ ἁμαρτίᾳ, ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. Συμβαίνει γὰρ ἐκ τῶν ἔξω τὴν δειλίαν φανῆναι, καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα. Τὸ δέ· „ φόβος 4) καὶ τρόμος ἦλθεν ἐπ ̓ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπάρχει, ἐχούσης τὸ παθη τικὸν καὶ θυμικὸν, καὶ ἐπιθυμητικόν. Κἂν κατ' ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένου τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ συμπαθείς γενέσθαι. Αμέλει

1) Psalm. LV, 5. (LIV.)
3) Psalm. LV, 4. (LIV.)

2) Psalm. LV, 3. (LIV.) 4) Psalm. LV, 5. (LIV.)

γοῦν καὶ τὸ προκείμενον πρόσωπον, ὠθούμενον ὑπὸ φωνῶν ἐχθρῶν καὶ θλίψεως ἁμαρτωλοῦ, ἀναῤῥιπιζό μενον ἔσχε τὸ ἐνυπάρχον παθητικόν, ὡς φοβηθῆναι, καὶ τρόμῳ ὑποπεσεῖν ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν σκότος ἐκάλεσεν.

Καὶ 1) εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς;" κ. τ. ε. Πτέρυγές 2) εἰσι τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δι' ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας τριάδος.

[ocr errors]
[ocr errors]

Ἰδοὺ,3) ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ," κ. τ. ε. Ἡ *) τοῦ φυγαδεύειν λέξις, τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. Φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων· ἰδοὺ, 5) ἐμάκρυνα, τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλόν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναι με « τουτέστιν διαναπαύσασθαι ἐν κατα„ἐν τῇ ἐρήμῳ, στάσει εἰρηνικῇ. Εἰ δὲ τὸ φυγαδεύειν ιδίως ἐνταῦθα φυγεῖν σημαίνει, ἐρεῖ ὁ δίκαιος τοὺς ἐκ περιτομῆς φεύ γων, καὶ μακρυνόμενος διὰ τὴν πρὸς αὐτοὺς ἀλαζονείαν· ,,ηὐλίσθην ἐν τῇ ἐρήμῳ“ νόμου καὶ προφητῶν ἐκκλησία. Αρμόζει δὲ καὶ τῷ κατ' οἰκονομίαν Χριστῷ.

[ocr errors]

Πρόσεδεχόμην *) τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος, κ. τ. ε. Καταιγίς") ὁ μέγας πειρασμὸς καὶ πολὺς κατὰ τῆς ψυχῆς πνέων, ὥστ ̓ ἂν καὶ ναυαγῆσαι τὴν μὴ προσέχουσαν ἑαυτῇ.

Καταπόντισον, %) κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ

1) Psalm. LV, 6. (LIV.)

2) R. in notis: Schedae Grabii.

3) Psalm. LV, 7. (LIV.)

4) R. in notis: Cod. Coislinianus secundus.

5) Psalm. LV, 7. (LIV.)

6) Psalm. LV, 8. (LIV.)

7) R. in notis: Cod. Coislinianus secundus.

Κ. Τ. Ε.

πόλει, “ Τοῖς) ἀπὸ κακίας καὶ ψευδῶν δογ μάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει, καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασι. Ὁ καταποντισμὸς τὸν ἀφανισμὸν δηλοῖ, διότι πᾶν τὸ ἐν βυθῷ γεγονὸς ἀφανίζεται. Βυθὺς οὖν ἁμαρ τία ἐστὶ καὶ ἀπώλεια ἡ τοῦ συνεστῶτος τῆς κακίας διάλυσις. Διὰ τοῦτό φησι καταποντίζεσθαι παρὰ θεοῦ τὸ κακὸν ἐν τῷ καταδιαιρεῖσθαι τὰς γλώσσας αὐτῶν ἐπὶ κακῷ συμφωνούντων.

[ocr errors]

99

Τοῦ αὐτοῦ.

[ocr errors]
[ocr errors]
[ocr errors]

Καταπόντισον 2) κύριε. Τίνων „, αὐτῶν, ἢ ἐχθροῦ καὶ ἁμαρτωλοῦ; Ἢ ὡς ἄβυσσος σοφία, ἐν ᾗ ἐστι τὰ βάθη τοῦ θεοῦ, καταποντίζει ἐπι κλύζουσα γλώσσας καὶ φωνὰς ἐχθροῦ τῇ ἀληθείᾳ τοῦ λόγου, καὶ τῶν πρεσβευόντων αὐτὸν, καὶ καταδιαιρεῖ αὐτὰς, διελέγχουσα τὸ ἀσύμφωνον καὶ τὸ διεσπασμένον αὐτῶν. Ἡ δὲ αἰτία, τοῦ ταῦτα λέγεσθαι, ἐπιφέρεται. Ἔστι γὰρ καὶ ἀντιλογία ἡ πρὸς τὴν ἀλήθειαν τῶν λογομαχούντων, εἰς οὐδὲν χρήσιμον εἰ μὴ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Χριστὸς δὲ λέγοι ἂν τὰ ἑξῆς περὶ τῆς Ἱερουσαλὴμ πόλεως, ἰδὼν τὴν ἐν αὐτῇ ἀνομίαν, καὶ τὴν περὶ αὐτοῦ ἀντιλογίαν, τῶν διάφορα περὶ αὐτοῦ λεγόντων. Καὶ 3) οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς, σ Εἰς πρόσωπον τοῦ προδότου ἀνεφέρετο ἂν δικαίως.

Ἐλθέτω 4) θάνατος ἐπ ̓ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν," κ.τ. ε. Ἐλθέτω 5) δὴ θάνατος ἐπ' αὐτ τοὺς, θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας.

') R. in notis: Cod. Coislinianus secundus.
2) R. in notis: Catena Corderii.

9. (Liv.)

3) Psalm. LV, 11. (LIV.)

4) Psalm. LV, 15. (LIV.)
5) R. in notis: Schedae Grabii.

Cfr. Psalm. LV,

« PreviousContinue »