Page images
PDF
EPUB

„ Εξεγέρθητι ') εἰς συνάντησίν μου, καὶ ἴδε, σε %. T. E. Τίς 2) ἄρα ἱκανὸς εἰπεῖν τῷ θεῷ·„ ἐξεγέρ θητι) εἰς συνάντησίν μου, καὶ ἴδε;

»Τοῦ αὐτοῦ. Τῷ ') γὰρ ἀναβαίνοντι δὲ ὑγιους 5) βίου πρὸς θεὸν, ἐξεγείρεται εἰς συνάντησιν ὁ θεός. Καὶ ἐν τῷ εὐαγγελίῳ δὲ ὁ πατὴρ ἀπαντῷ τῷ ἐπανερχομένῳ πρὸς αὐτὸν υἱῷ.

Καὶ 6) ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν,“ κ. τ. ε. Ρομφαία') ἐν τοῖς χείλεσι τῶν δύσφημα καὶ ἀσεβῆ διδασκόντων ἑτεροδόξων.

,,Μὴ8) ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου, κ. τ. ε. Αποκτείνει) τούτους ὁ κύριος, οὓς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι θεοῦ· „ἐνιο) γὰρ τῷ ᾅδῃ τις ἐξομολογήσεται σοι;“

Καὶ 11) ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι, κ. τ. ε. 'Αρα 12) καὶ ψεῦδος, αἰτία τῆς συντελείας· ὡς, εἰ μὴ ταῦτα ἦν, οὔτε ὀργὴ, οὔτε συντέλεια ἦν.

1) Psalm. LIX, 4. (LVIII.)
2) R. in notis: Schedae Grabii.
3) Psalm. LIX, 4. (LVIII.)
4) R. in notis: Schedae Grabii.
3) Ed. Runei: εὐγιοῦς.

6) Psalm. LIX, 7. (LVIII.)

7) R. in notis: Cod. Coislinianus secundus.

8) Psalm. LIX, 11. (LVIII.)

9) R. in notis: Schedae Grabii.

10) Psalm. VI, 5.

11) Psalm. LIX, 12. 13. (LVIII.)

12) R. in notis: Cod. Coislinianus secundus.

Ε

Ψαλμὸς πεντηκοστὸς ἔννατος.

[ocr errors]

„ Ὁ ') θεὸς ἀπώσω ἡμᾶς," κ. το δ 'Ns?) Ex προσώπου τῶν Ἰουδαίων σφῶν ἀποβολὴν αὐτῶν δηλοῖ διὰ τοῦ εἰπεῖν·,, ὁ 3) Θεὸς ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς·“ ἢ κατὰ Σύμμαχον· ἀπεβάλου ἡμᾶς, καὶ διέ κοιψας ἡμᾶς ὅπερ δηλοῖ αὐτῶν τὴν ἀποκοπήν. Εί τ' ἐπιλέγει· „ὠργίσθης, 4) καὶ ᾠκτείρησας ἡμᾶς κατὰ δὲ τὸν Ἀκύλαν θυμωθεὶς μετέστρεψας ἡμᾶς. Τοῦτον δὲ μᾶλλον τὸν λόγον ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι μετὰ γοῦν τὴν τοῦ σωτῆρος παρουσίαν ταῦτα πεπόνθασι. Ὅτε γὰρ ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ, εἰς τέλος ἀπώσθησαν καὶ καθηρέθησαν, καὶ ἀπεβλήθησαν, διεκόπησαν τε, καὶ περιήχθησαν, διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη.

Ιασαι 5) τὰ συντρίμματα αὐτῆς, σ κ. τ. ε. Κινηθεῖσα) γὰρ, καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως, ἡ προλεχθεῖσα γῆ συντρίμματα καὶ τραύματα ἐκτήσατο· διόπερ ἑξῆς λέγεται· ἔδειξας 7) τῷ λαῷ σου σκληρά.

[ocr errors]
[ocr errors]

Έδειξας ) τῷ λαῷ σου σκληρά," κ. τ. ε. Δεί κνυταί) τινι σκληρά, ὅταν ἐπιπόνοις περιπέσῃ ἅπερ ἄν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετανοίᾳ λαμβάνων. Πολλαχοῦ δὲ τῆς γραφῆς ἀκράτῳ ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά· ὡς ἐν τῷ ποτήριον 19) ἐν χειρὶ κυρίου οἴνου ἀκράτου.“. Ομωνυμεῖ

[merged small][merged small][merged small][ocr errors]

7) Psalm. LX, 3. (LIX.) 8) Psalm. LX, 3. (LIX.)

9) R. in notis: Catena Corderii.

10) Psalm. LXXV, 8. (LXXIV.)

δὲ τὰ σκληρὰ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς ἐν ἓξ καὶ δεκάτῳ ψαλμῳ, οὕτως, διὰ ') τοὺς λόγους τῶν χει λέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ εἴρηνται αἱ ἀρεταὶ, διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς. Ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ, πειρασθεὶς κακωτικῶν.

[ocr errors]

Έδωκας 2) τοῖς φοβουμένοις σε σημείωσιν," κ. τ. ε. Ἡμεῖς) μὲν, φησὶ, δι ἣν ἐπράξαμεν δυσσέβειαν, τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε, σημεῖον ἐδέξαντο, δῆλον δὲ, ὅτι ἐν ᾧ ἐσφραγίσθημεν -, ὅπως πάσης κολαστικῆς τιμωρίας ἔξω γένοιντο. Τούτου δὲ τοῦ σημείου τύπος ἦν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον αἷμα.

[ocr errors][merged small]

Από *) τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ε. Ὁ 5) αἰσθανόμενος ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν, τίς ὁ τέλειος, καὶ ἀναφέ ρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τό· εἰσάκουσον) ὁ θεὸς τῆς δεήσεώς μου· εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεής, σιωπᾷ αὐτοῦ ἡ δέησις· τοῦ αἰσθανομένου, καὶ ἐμπαρέχοντος ἑαυτὸν τῷ θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος.

Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου," κ. τ. ε. Ακηδις ) γὰρ ὡς ἀληθῶς, καὶ ἀδημονεῖ πᾶσα θεοφιλής

1) Psalm. XVII, 4. (XVI.)

7) Psalm. LX, 4. (LIX.).

3) R. in notis: Cod. Coislinianus secundus.

4) Psalm. LXI, 2. (LX.)

4) R. in notis: Catena Corderii.

6) Psalm. LXI, 1. (LX.) 7) Psalm. LXI, 2. (L.Χ.)

ψυχὴ, τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ. Ακηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Πενθεῖ δὲ καὶ πολλοὺς τῶν προη μαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτία, καὶ ἀνομίᾳ, καὶ ἀσεβείς, ᾗ ἔπραξαν, ὥσπερ οὖν καὶ ὁ Δαυίδ· διὸ αὐτὸς μὲν ἔφυγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γενόμενος ἐβόα πρὸς τὸν θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαουλ ἀπωλείᾳ, τὴν ψυχὴν ἀλγῶν, ἀπεκλαίετο.

66

Εν 1) πέτρα ὕψωσάς με," κ. τ. ε. Πέτραν 3) ση μαίνεσθαι ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα, τὸν Χριστόν φημι. Ὁ ἐν ταύτῃ τῇ πέτρα γενόμενος, τῷ μετέχειν αὐτῆς· — ὑπάρχει γὰρ σοφία,3) καὶ δικαιοσύνη, καὶ ἁγιασμός μετεωρίζεται κατὰ τὸν νοῦν, ὑψούμενος ὑπὸ τοῦ Θεοῦ. Καὶ οἱ ἕπεσθαι δὲ τῷ σωτῆρι προθέμενοι, κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος· „,δεῦτε *) ὀπίσω μου· “ ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτ τῆς ἐπάρσεως κοινωνοῦσι, οὐκ ἄλλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αἴτιον ὁδοῦ. Ταύτης τῆς δωρεᾶς τυχὼν καὶ Δαυίδ, μεθ ̓ ὕμνου λέγει τῷ κυρίῳ· ὡδήγησάς 5) με, ὅτι ἐγενήθης ἐλπίς μου· οὐ μόνον δὲ ὁδηγὸς, ἀλλὰ καὶ πύργος) γέγονας μοι ἀπὸ προσώπου ἐχθροῦ. Σὲ γὰρ ἰσχὺν ἔχων, καὶ ἰσχύος πύργον, ἀβλαβής διέμεινα· καίτοι τοῦ ἐχθροῦ τυγχά νοντος ἀντιπροσώπου, καὶ πολεμεῖν θέλοντος. Δύναται ἀναφορὰν ἔχειν εἰς τό ἀπὸ προσώπου ἐχθροῦσ

[ocr errors]
[ocr errors]

66

καὶ τό·,, ὡδήγησάς ) με εἱρμῷ τοιούτῳ· ὡδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ, ἐλπίς μου γεγενημένος·

1) Psalm. LXI, 2. (LX.)

2) R. in notis: Catena Corderii.

[ocr errors]

3) Cfr. I Cor. I, 30. 4) Matth. VII, 19.

5) Psalm. LXI, 2. 3. (LX.).

6) Cfr. Psalm. LXI, 3. (LX.)

7) Psalm. LXI, 3. (LX.)

8) Psalm. LXI, 2. (LX.)

[ocr errors]

ἀλλὰ καὶ πύργος ισχύος πρὸς τὸ ὡδηγηκέναι με, ἀπὸ προσώπου ἐχθροῦ γέγονας μοι. Ἐλπὶς τῶν ἁγίων ἀλη θινὴ καὶ ἀδιάπτωτος ὁ σωτήρ· περὶ οὗ φησι Παῦλος· καὶ ') Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν καὶ ἡ προφητεία· ἐπ' 2) αὐτῷ ἔθνη ἐλπιοῦσιν. Αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ἔσεσθαι ἐθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁγιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι· ὃ δηλοῖ τό τίς 3) κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Αιώνιον γὰρ τοῦτο ταὐτὸν ὂν τῇ σκηνῇ, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος. Πλὴν εἰ καὶ οὕτω τελειότητος ἔχει ἡ τοιαύτη σκηνή, ὡς καὶ ἅγια ἁγίων εἶναι, ἀλλ ̓ οὖν ἐστι μετ' αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν, καθ' ἣν ἔσονται ἐν πατρὶ καὶ υἱῷ, μᾶλλον δὲ τῇ τριάδι· διὸ παροικεῖν 4) εἰς τοὺς αἰῶνας, ἀλλ ̓ οὐ κατοικεῖν ἐν τῷ σκηνώματι εἴρηται. Ὁ ἐν τούτῳ τῷ οἴκῳ γεγονώς, σκεπασθήσεται *) ἐν τῇ τῶν πτερύγων τοῦ θεοῦ σκέπῃ.

[ocr errors]

Έδωκας ) κληρονομίαν τοῖς φοβουμένοις," κ. τ. ε. Πλούσιος") γὰρ ὠν, φησὶ, καὶ μεγάλας δωρεάς παρέ χεις· μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς, κληρονομίαν αὐτοῖς δέδωκας. Εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη μετὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι· ἀλλά γε τῷ ἤδη ηὐπρεπίσθαι, δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησο μένοις. Καὶ ἔτι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ὁ θεὸς κληρονομίαν ἔδωκεν. Ἐάν τις ᾖ διαφορά φοβουμένων τὸν θεὸν καὶ τὸ ὄνομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις εἴρηται, ὑπο

1) I Tim. I, 1. 2) Cfr. Genes. XLIX, 10.
3) Psalm. XV, 1. (Χιν.)

4) Cfr. Psalm. LXI, 4. (LX.)
5) Cfr. Psalm. LXI, 4. (LX.)
6) Psalm. LXI, 5. (LX.)

« PreviousContinue »