Page images
PDF
EPUB

ἐπὶ τοὺς νοητοὺς δαίμονας, καὶ μόσχους νοήσεις τὰς ἐνερ γούσας γήϊνα πονηρὰς δυνάμεις, διὰ τὸ γεωπόνον εἶναι τὸ ζῶον ταύρους δὲ πίονας, διὰ τὸ πολυμαθὲς τῆς κακίας, τὰς τῶν ἀπατηλῶν ῥημάτων προϊσταμένας δυνάμεις, καὶ δι' αὐτῶν τοὺς ἀνθρώπους κερατιζούσας· λέοντα δὲ τὸν διάβολον ὠρυόμενον καθ' ἡμῶν, καὶ πολλοὺς και θαρπάζοντα· ἀφ ̓ οὗ λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ και λὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, διὰ παρακοῆς μὲν κατ ταπίνοντος τὸ οὖς τῆς ψυχῆς τοῦ ἀνθρώπου, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς.

Τοῦ αὐτοῦ. Ζητήσεις ') δὲ ἀπὸ τοῦ·,περιεκύ κλωσάνα) με μόσχοι πολλοί πότερον τὰ μὲν λέγεται πρὸ τῆς ἐξόδου, τὰ δὲ περὶ τῶν μετὰ τὴν ἔξοδον, ἢ πάντως περὶ τῶν μετὰ τὴν ἔξοδον. Καὶ εἰκός γε, ὅτι ἑώρα περιεστηκυίας δυνάμεις βουλομένας τὴν ψυχὴν αὐτοῦ παραλαβεῖν, καὶ καταβιβάσαι ἐν σκυθρωποτέροις χωρίοις.

,Ωσεί 3) ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, Co κ. τ. ε. Ὀστᾶ 4) τῆς σοφίας, τὰ ἅγια δόγματα τῆς ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖς Ἰουδαίοις μὴ συντρίβειν νενομοθέτηται· „ὀστοῦν γὰρ, φησὶν, οὐ συντρίψετε αὐτοῦ. Ἐκχεῖται δὲ ὡσεὶ ὕδωρ λόγος ὑπὸ τῶν πρεσβευόντων αὐτὸν ὑδαρῶς, καὶ ὑπὸ τῶν εἰς οὐκ ἐπιτήδεια σκεύη λαλούντων αὐτὸν, καὶ ἐκχεόντων· διασκορπίζεται δὲ πάντα τὰ ὀστᾶ τοῦ λόγου ὑπὸ τῶν μὴ σωζόντων αὐτοῦ τὸ ὕψος, ἀλλὰ τὴν ἐν ταῖς γραφαῖς ἁρμονίαν αὐτοῦ διαλυόντων, ὥστε εἶναι παρὰ μὲν τῷδέ τινι τόδε ὀστέον αὐτοῦ, παρὰ τῷδέ τινι ἕτερον, καὶ ἕτερον παρ' ἑτέρῳ. Ὁ δὲ ἐν τῷ τελείῳ θεὸς

') R. in notis: Schedae Grabii.
2) Psalm. XXII, 12. (XXI.)

3) Psalm. XXII, 14. (ΧΧΙ.)

4) R. in notis: Schedae Grabii, Barbarus.

5) Cfr. ev. Joann. XIX, 36. coll. Exod. XII, 46.

[ocr errors]

συνάγει ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονίαν πρὸς ἁρμο νίαν ἐκ τοῦ ὄντος Ισραήλ. Η κατὰ τό· με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου ψυχῆς νοητὰ ὀστᾶ.

ἐλέησόν !) ἐστί τινα τῆς

[ocr errors]

2. T. E.

Καὶ 2) εἰς χοῦν θανάτου κατήγαγές με, Οὐκ εἰς θάνατον, ἀλλ ̓ εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός. Οὐ γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου κατελήφθη, καὶ ἡ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθοράν.

3) Διεμερίσαντο *) τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον," κ. τ. ε. Ἰουδαῖοι) μὲν τὸν γραπτὸν νόμον τηροῦντες, καὶ τὰ αἰσθητὰ ἱμάτια τοῦ λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ λόγου φυλάσσοντες, τὰ νοητὰ ἱμάτια τοῦ σωτῆρος. ἡμῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι, καὶ αὐτὸν ἐνδυόμενοι ὡς σοφίαν, καὶ ἀλήθειαν, καὶ δι καιοσύνην.

[ocr errors]

Ῥῦσαι *) ἀπὸ ῥομφαίας τὴν ψυχήν μου," κ. τ. ε. Η') δυναμένη τὴν ψυχὴν πλῆξαι ῥομφαία νοητὴ ἄρα ἐστὶ, περὶ ἧς εἴρηται, καὶ 8) σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ρομφαία, Ρομφαία τοίνυν ἐστὶ ψεκτή, πειρασμὸς εἰς ἀπιστίαν θεοῦ προσκαλούμενος τὴν ψυ χήν· ἢ γνῶσις ψευδώνυμος, ἢ λογισμὸς ἀκάθαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν· ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν) κατορθοῦν βουλομένοις.

1) Psalm. VI, 3. 2) Psalm. XXII, 15. (XXI.)
3) R. in notis: Cod. Coislinianus, schedae Grabii,
4) Psalm. XXII, 18. (XXI.)

5) R. in notis: Cod. Coislinianus, Barbarus, schedae Grabii.

6) Psalm. XXII, 20. (ΧΧΙ.)

7) R. in notis: Schedae Grabii, partimque Corderius, et Cod. Coislinianus.

8) Luc. II, 35.

Καὶ ') ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου," κ. τ. ε. Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυνά για ὀνομάζεται, περὶ ὧν εἴρηται· οὐκ 3) ἔστι καλὸν

[ocr errors]
[ocr errors]

λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Διηγήσομαι 4) τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, κ.τ. ε. Ταῦτα) οἱονεὶ ἀναστάντος ἐκ νεκρῶν ὑπ' αὐτοῦ λέγεται, καὶ ἐπακουσθέντος ἐφ ̓ οἷς προσηύξατο.

σε

Παρὰ 6) σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλη, << κ. τ. ε. Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, "" τουτέστιν οὐκ ἐν εὐγενείας, οὐδ ̓ ἐν πλούτῳ, ἀλλ' ἐν σου φία καὶ δικαιοσύνη.

» Φάγονται *) πένητες καὶ ἐμπλησθήσονται, καὶ καινέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν," κ. τ. ε. Εγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.

[ocr errors]

,, Μνησθήσονται 10) καὶ ἐπιστραφήσονται πρὸς κύ ριον πάντα τὰ πέρατα τῆς γῆς," κ. τ. ε. Μετά) τὴν γνῶσιν ἡ λήθη, καὶ μετὰ τὴν λήθην ἡ μνήμη. Καλῶς τε·,,μνησθήσονται,“12) τέθεικεν ὑπὸ τοῦ θεοῦ γὰρ τὸ εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος μνησθήσονται, καὶ μνησθέντες ἐπιστραφήσονται, οὐχ ἓν ἔθνος, ὡς εἴρηται, οὐδὲ δύο, ἀλλὰ πάντα τὰ πέρατα τῆς γῆς, τῷ τῆς θεογνωσίας φωτὶ φωτιζόμενα.

[ocr errors]

') Psalm. XXII, 20. (XXI.)

2) R. in notis: Cod. Coislinianus, schedae Grabii.
3) Matth. XV, 26. 4) Psalm. XXII, 22. (ΧΧΙ.)
5) R. in notis: Corderius.

6) Psalm. XXII, 25. (ΧΧΙ.)

[blocks in formation]

10) Psalm. XXII, 27. (XXI.)

11) R. in notis: Schedae Grabii, Barbarus.
12) Psalm. XXII, 27. (XXI.)

Ὅτι ') τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν," κ. τ. ε. Δεῖε) γὰρ αὐτὸν βασιλεύειν, ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αυτ τοῦ· ὡσεὶ ἔλεγεν, ὅτι πάντες ἄδικοι γενόμενοι δίκαιοι, παυσάμενοι τοῦ γενέσθαι γήϊνοι καὶ φθαρτοί.

» Καὶ ) ἡ ψυχή μου αὐτῷ ζῇ," κ. τ. ε. Μόνῳ 4) ἡ ψυχὴ τοῦ Θεοῦ ζῇ τῷ θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ.

[ocr errors]
[ocr errors]

Αναγγελήσεται 5) τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, κ. τ. ε. Γενεά 6) πορεύεται καὶ γενεὰ ἔρχεται. Γε νεα 7) δὲ σοφίας ἐστὶ, κατὰ τὸν σοφὸν Σολομῶντα, φόβος κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή.

[ocr errors]

Ψαλμὸς εἰκοστός δεύτερος.

[ocr errors]

Κύριος ) ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, κ. τ. ε. Ὥσπερ) τὸ πρόβατον τρέφεται χλόῃ καὶ ὕδατι οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει καὶ γνώσει. Την 10) ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης," κ. τ. ε. Εἰ!1) ἔστι τρίβος δικαιοσύνης, ἐστὶ καὶ σωφροσύνης καὶ ἀγάπης καὶ ἐγκρατείας, δὲ ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

1) Psalm. XXII, 28. (XXI.)
3) R. in notis: Schedae Grabii.
3) Psalm. XXII, 29. (ΧΧΙ.)
4) R. in notis: Schedae Grabii.
5) Psalm. XXII, 30. (XXI.)
6) R. in notis: Schedae Grabii.

Cfr. Ecclesiast. I, 4.

7) Prov. XXII, 4. * Psalm. XXIII, 1. (ΧΧΙΙ.) 9) R. in notis: Schedae Grabii, Cod. Coislinianus, Barbarus.

10) Psalm. XXIII, 3. (XXII.)

Ἐὰν ') γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ ̓ ἐμοῦ, κ. τ. ε. Ἐντεῦθεν 3) ὁ λόγος οὐ περὶ θεοῦ, ἀλλὰ πρὸς αὐτὸν τὸν θεόν. Οὐ ταὐτὸν δέ ἐστι πορεύεσθαι ἐν μέσῳ σκιᾶς θανάτου, τῷ καθῆσθαι ἐν σκιᾷ θανάτου. Ὁ μὲν γὰρ καθεζόμενος ἵδρυται ἐν αὐτῇ, καὶ βέβαιος ἐστιν ἐν τῷ κακῷ, καὶ ἐν τῇ σκιᾷ τοῦ θανάτου. Διὰ τοῦτο ἐν σκο τίς ἐστι, καὶ δεῖται ἐλέου, ἵνα ἀνατείλῃ αὐτῷ φῶς. Ὁ μέντοι γε μὴ καθεζόμενος, ἀλλὰ παρατρέχων, διὰ μὲν μέσου σκιᾶς θανάτου ὁδεύων, οὐχ ἑστηκὼς δὲ, ἀλλὰ παρατρέχων δι' αὐτῆς τῆς σκιᾶς τοῦ θανάτου, οὐ μόνος περιπατεῖ, κύριος γὰρ αὐτῷ συνοδεύει. Ποῦ δὲ γέγραπται περὶ τῆς καθίσεως τῆς σκιᾶς τοῦ θανάτου „ καθημένοις *) ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέ τειλεν αὐτοῖς.

[ocr errors]

„H4) παρεκάλεσαν, “

H') ῥάβδος σου

κ. τ. ε.

[ocr errors]

καὶ ἡ βακτηρία σου, αυταί με "Οτι 5) ἡ ῥάβδος ἐπὶ τῶν μα στίγων καὶ τῶν κολάσεων εἴρηται, μαρτυρήσει αὐτὴ ἡ γραφὴ λέγουσα· ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοί μου τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν· ὥστε εἰ ἥμαρτες, καὶ βλέπεις ῥάβδον θεοῦ ἐπικειμένην σοι, ἴσθι, ὅτι τὸ ἔλεος τοῦ θεοῦ οὐ διεσκέδασται ἀπὸ σοῦ. Εἰ δὲ ἥμαρ τες, καὶ οὐδαμοῦ ῥάβδος, οὐδὲ μάστιξ, φοβοῦ· οὐ πα

') Psalm. XXIII, 4. (XXII.)

2) R. in notis: Cod. Baroccianus, Barbarus.
3) Cfr. Jesai. IX, 2.

4) Psalm. XXIII, 4. (XXII.)

5) R. in notis: Cod. Baroccianus, Barbarus.
6) Psalm. LXXXIX, 30 – 32. (LXXXVIII.)

« PreviousContinue »