Page images
PDF
EPUB

Δ ́. συντηρῶν, συντήρησον ἡμῖν αὐτοὺς ἔτεσι πολλοῖς, εἰρηνικῶς Ι. e ἐκτελοῦντας τὴν ὑπὸ σοῦ ἐμπεπιστευμένην ἁγίαν ἀρχιερωσύνην, κατὰ τὸ ἅγιον καὶ μακάριόν σου θέλημα, ὀρθοτομοῦντας τὸν λόγον 2 Tim. ii. 15. τῆς ἀληθείας, σὺν πᾶσιν ὀρθοδόξοις ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, ὑποδιακόνοις, ἀναγνώσταις, ψάλταις τε καὶ λαϊκοῖς, σὺν παντὶ τῷ πληρώματι τῆς ἁγίας καὶ μόνης καθολικῆς ἐκκλησίας, εἰρήνην καὶ ὑγιείαν καὶ σωτηρίαν αὐτοῖς χαριζόμενος. Τὰς δὲ εὐχὰς αὐτῶν, ἃς ποιοῦσιν ὑπὲρ ἡμῶν, καὶ ἡμεῖς ὑπὲρ αὐτῶν, πρόσδεξαι, Κύριε, εἰς τὸ ἅγιον καὶ ἐπουράνιον καὶ λογικόν σου θυσιαστήριον. Πάντα δὲ ἐχθρὸν τῆς ἁγίας σου ἐκκλησίας καθυ- Cf. Rom. xvi. πόταξον ὑπὸ τοὺς πόδας αὐτῶν ἐν τάχει, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ· [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο λαός. Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ο λαός. Καὶ τῷ πνεύματί σου.

Ὁ διάκονος. Ἐπὶ προσευχὴν σταθῆτε.

Ο λαός. Κύριε ἐλέησον. τρίς.

̔Ο δὲ ἱερεὺς ἐπεύχεται εὐχὴν τῆς εἰσόδου 2 καὶ εἰς τὸ θυμίαμα.

20.

II.

1 THE LITTLE ENTRANCE.

The Prayer.

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν δωδεκάφωτον λαμπάδα ε

τῶν δώδεκα ἀποστόλων ἐκλεξάμενος, καὶ ἐξαποστείλας αὐτοὺς

ἐν ὅλῳ τῷ κόσμῳ κηρύξαι καὶ διδάξαι τὸ εὐαγγέλιον τῆς Matt ix. 35. βασιλείας σου, καὶ θεραπεύειν [πᾶσαν] νόσον καὶ πᾶσαν μα- Matt. x. I. λακίαν ἐν τῷ λαῷ, καὶ ἐμφυσήσας εἰς τὰ πρόσωπα αὐτῶν,

καὶ εἰπὼν αὐτοῖς, Λάβετε Πνεῦμα ἅγιον, τὸ παράκλητον· ἄν John xx. 22, τινων ἀφίετε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατεῖτε,

1 The introduction of the 'Little' and 'Great Entrances' is due to the influence of the rite of Constantinople. In the Alexandrian Liturgy proper the elements were brought in at the beginning of the office with solemn procession and peculiar ritual (see Renaudot, vol. i. p. 168 seq.).

2 The hiatus in the middle of this Prayer and the inconsistency of the end with the beginning of it show that there is something wrong. A comparison of the first portion with the Prayer of Absolution to the Son (Coptic Liturgy, p. 196) suggests that we have here a fragment of a corresponding prayer to that, combined with the Prayer of Incense.

23.

ΙΙ. a κεκράτηνται· οὕτως καὶ ἐφ' ἡμᾶς τοὺς περιεστηκότας δούλους σου, ἐν τῇ εἰσόδῳ τῆς ἱερουργίας, τὰς * * * * * * * * * * * * (σὺν τοῖς ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, αναγνώσταις, ψάλταις τε καὶ λαϊκοῖς, σὺν παντὶ τῷ πληρώματι τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· ῥῦσαι ἡμᾶς, Κύριε, ἀπὸ ἀρᾶς καὶ κατάρας, καὶ ἀπὸ ἀναθέματος καὶ δεσμοῦ καὶ ἀφορισμοῦ, καὶ ἐκ τῆς μερίδος τοῦ ἀντικειμένου καὶ καθάρισον ἡμῶν τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μου λυσμοῦ καὶ ἀπὸ πάσης ῥᾳδιουργίας· ἵνα ἐν καθαρᾷ καρδίᾳ καὶ καθαρῷ συνειδότι προσφέρωμέν σοι τὸ θυμίαμα τοῦτο, εἰς ὀσμὴν εὐωδίας, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ· [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ [σου] Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

The Entrance.

b

THE TRISA-
GION.

Prayer of the
Trisagion.

Ὁ λαός. ̓Αμήν.

Ὁ διάκονος. Ορθοί.

Καὶ ψάλλουσιν.

Ὁ μονογενὴς [Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀθάνατος ὑπάρχων, καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτήριαν σαρκωθῆναι ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θανάτον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.]

Καὶ γίνεται ἡ εἴσοδος τοῦ εὐαγγελίου.
Καὶ λέγει ὁ διάκονος

Ἐπὶ προσευχήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ λαός. Καὶ τῷ πνεύματί σου.

Ὁ διάκονος. Ἐπὶ προσευχήν.

Ο λαός. Κύριε ἐλέησον.

[ocr errors]

Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ὁ ἱερεὺς εὔχεται εὐχὴν τοῦ τρισαγίου.

Δέσποτα Κύριε, Ἰησοῦ Χριστέ, ὁ συναΐδιος Λόγος τοῦ ἀνάρχου Πατρός, ὁ καθ ̓ ἡμᾶς γενόμενος κατὰ πάντα χωρὶς

Χ. Ι.

23; Mark iv.

ἁμαρτίας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν· ὁ ἐξαποστείλας τοὺς ΙΙ. ἁγίους σου μαθητὰς καὶ ἀποστόλους κηρύξαι καὶ διδάξαι τὸ Matt. ix. 35, εὐαγγέλιον τῆς βασιλείας σου, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ σου, αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξα- Ps. xilii. 3. πόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· καὶ καταύγασον τοὺς ὀφθαλμοὺς τῆς διανοίας εἰς κατανόησιν τῶν θείων σου λογίων. Eph. i. 18. καὶ ἱκάνωσον ἡμᾶς ἀκροατὰς αὐτῶν γενέσθαι· καὶ μὴ μόνον James i. 22. ἀκροατάς, ἀλλὰ καὶ ποιητὰς λόγου γενόμενοι εἰς τὸ καρπο- Cf. Matt. xi. φορῆσαι, καὶ ποιῆσαι καρποὺς ἀγαθούς, ἐνι τριάκοντα καὶ ἐν 20. ἑκατόν, ὅπως καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ταχὺ 2 Thess. i. 5. προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· [Εκφώνως] σὺ γὰρ εἶ εὐαγγελισμός, σωτὴρ καὶ φύλαξ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Κύριε ὁ Θεός, καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστίαν καὶ τὸν τρισάγιον ὕμνον ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο λαός. Αμήν.

Καὶ μετὰ [τὸ] τρισάγιον, σφραγίζει ὁ ἱερεὺς τὸν λαόν, λέγων·
Εἰρήνη πᾶσιν.

Ο λαός. Καὶ τῷ πνεύματί σου.

III.

THE LEC

TIONS.

Εἶτα τὸ Πρόσχωμεν, ὁ ̓Απόστολος, ὁ πρόλογος τοῦ ἀλληλούϊα. Οἱ The Epistle. διάκονοι κατὰ ῥητὸν λέγουσι, Κύριε εὐλόγησον.

Ὁ ἱερεὺς λέγει·

Ὁ Κύριος εὐλογήσῃ καὶ συνδιακονήσῃ ὑμῖν τῇ αὐτοῦ χάριτι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

а

Censing before the

b

Ὁ ἱερεὺς πρὸ τοῦ εὐαγγελίου βάλλει θυμίαμα, λέγων οὕτως Θυμίαμα προσφέρομεν ἐνώπιον τῆς ἁγίας δόξης σου, ὁ Θεός· Gospel. προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος, ὅτι εὐλογημένος ὑπάρχεις, καὶ σὺ τὴν δόξαν σου ἀνάπεμψον.

1 The common reading here is ἀνὰ τρ. καὶ ἐν ἔκ. It seems however unlikely that a different preposition should be used with the two numerals: I have therefore substituted év, according to the reading (Mark iv. 20) of Tischendorf and Tregelles.

[merged small][ocr errors][merged small]

IV. a

tercession.

Ο διάκονος ὅτε μέλλει εἰπεῖν τὸ εὐαγγέλιον λέγει, Κύριε εὐλό γησον.

Ὁ ἱερεύς.

Ὁ Κύριος εὐλογήσῃ καὶ ἐνισχύσῃ, καὶ ἀκροατὰς ἡμᾶς ποιήσῃ τοῦ ἁγίου αὐτοῦ εὐαγγελίου, ὁ ὢν εὐλογητὸς Θεός, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Ο διάκονος. Στάθητε· ἀκούσωμεν τοῦ ἁγίου εὐαγγελίου.
Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ λαός. Καὶ τῷ πνεύματί σου.

Καὶ λέγει τὸ εὐαγγέλιον ὁ διάκονος.

Τὴν συνάπτην ὁ ἱερεὺς ἐπεύχεται.

Τοὺς νοσοῦντας, Κύριε, τοῦ λαοῦ σου ἐπισκεψάμενος ἐν ἐλέει General In- καὶ οἰκτιρμοῖς ἴασαι. Τοὺς ἀποδημήσαντας ἡμῶν ἀδελφούς, ἢ μέλλοντας ἀποδημεῖν, ἐν τῷ τόπῳ κατευόδωσον ἕκαστον εἰς τὸν καιρόν. Τοὺς ἀγαθοὺς ὑετοὺς κατάπεμψον ἐπὶ τοὺς χρήζοντας καὶ ἐπιδεομένους τόπους. Τὰ ποτάμια ὕδατα ἀνάγαγε ἐπὶ τὸ μέτρον αὐτῶν, κατὰ τὴν σὴν χάριν. Τοὺς καρποὺς τῆς γῆς αὔξησον εἰς σπέρμα καὶ εἰς θερισμόν. Τὴν βασιλείαν τοῦ δούλου σου, ὃν ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς, ἐν εἰρήνῃ καὶ ἀνδρίᾳ καὶ δικαιοσύνῃ καὶ γαληνότητι διαφύλαξον. Τὴν ταπεινὴν καὶ ἐλεεινὴν καὶ φιλόχριστον πόλιν ταύτην, ῥῦσαι αὐτήν, ὁ Θεός, ἀφ ̓ ἡμερῶν πονηρῶν, ἀπὸ λιμοῦ, λοιμοῦ, καὶ ἐπιστάσεως ἐθνῶν, ὡς καὶ Νινευὶ τῆς πόλεως ἐφείσω· ὅτι ἐλεήμων καὶ οἰκτίρμων εἶ, καὶ ἀμνησίκακος ἐπὶ κακίας ἀνθρώπων. Σὺ διὰ τοῦ προφήτου σου Ἠσαΐου εἶπας, Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης, τοῦ σῶσαι αὐτὴν δι ̓ ἐμέ, καὶ διὰ Δαβὶδ τὸν παῖδά μου. Δι ̓ ὃ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθέ, ὑπεράσπισαι τῆς πόλεως ταύτης, διὰ τὸν μάρτυρα καὶ εὐαγγε λιστὴν Μάρκον, τὸν ὑποδείξαντα ἡμῖν ὁδὸν τῆς σωτηρίας, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι.

Jonah iv. 2.

Isa. xxxvii.

35

[blocks in formation]

Ὁ διάκονος λέγει·

IV. b

1 Τὰς τρεῖς (κ. τ. λ.)

Ὁ ἱερεὺς ἐπεύχεται.

15.

Δέσποτα Κύριε, ὁ Θεός, ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου ε ἡμῶν Ἰησοῦ Χριστοῦ, δεόμεθα καὶ παρακαλοῦμέν σε τὴν ἐξ Prayer for οὐρανοῦ εἰρήνην βράβευσον ταῖς ἁπάντων ἡμῶν καρδίαις· ἀλλὰ (f. Col. ii. καὶ τοῦ βίου τούτου τὴν εἰρήνην ἡμῖν δώρησαι. Τὸν ἁγιώτατον καὶ μακαριώτατον ἡμῶν Πάπαν τὸν Δ ́. καὶ τὸν ὁσιώτατον ἡμῶν ἐπίσκοπον τὸν Δ ́. συντηρῶν, συντήρησον ἡμῖν αὐτοὺς ἔτεσι πολλοῖς, εἰρηνικῶς, ἐκτελοῦντας τὴν ὑπὸ σοῦ ἐμπεπιστευμένην ἁγίαν ἀρχιερωσύνην, κατὰ τὸ ἅγιον καὶ μακάριόν σου θέλημα, ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, σὺν πᾶσιν ὀρθοδόξοις 2 Tim. ii. 15. ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, ὑποδιακόνοις, ἀναγνώσταις, ψάλταις, σὺν παντὶ τῷ πληρώματι τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.

For the Con

Τὰς ἐπισυναγωγὰς ἡμῶν, Κύριε, εὐλόγησον δὸς αὐτὰς ἀκων λύτως καὶ ἀνεμποδίστως γενέσθαι κατὰ τὸ ἅγιόν σου θέλημα· gregation. οἴκους εὐχῶν, οἴκους εὐλογιῶν, ἡμῖν τε καὶ τοῖς μεθ ̓ ἡμᾶς δούλοις σου εἰς τὸν αἰῶνα δώρησαι.

Ps.

x.

xxiv. 60, and

Εξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου· φυγέ- Numb *. 35 τωσαν πάντες οἱ μισοῦντες τὸ ὄνομά σου τὸ ἅγιον. Τὸν δὲ λαόν lxviii. 1). σου τὸν πιστὸν καὶ ὀρθόδοξον εὐλόγησον ποίησον αὐτὸν εἰς Cf. Gen. χιλιάδας καὶ μυριάδας, καὶ μὴ κατισχύσῃ θάνατος ἁμαρτίας καθ' Numb. x. 36. ἡμῶν, μηδὲ κατὰ παντὸς τοῦ λαοῦ σου χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι.

Ο λαός. Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ λαός. Καὶ τῷ πνεύματί σου.

Ο διάκονος. Βλέπετε μή τις τῶν κατηχουμένων.

1 Perhaps the first words of a Prayer now lost. The difficulty of connecting this expression with the 'tres majores orationes' of the Coptic Liturgy (p. 201, § V) is that those are to be said by the priest.

N

[ocr errors][merged small]
« PreviousContinue »