Page images
PDF
EPUB

XIV. b

Deacon's
Bidding
Prayer.

I Tim. ii. 2.

XV.

Prayer of

Humble Ac

cess.

Acts iv.

30.

Ι.

Καὶ ὁ διάκονος κηρυσσέτω πάλιν

Ετι καὶ ἔτι δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ.

Ὑπὲρ τοῦ δώρου τοῦ προσκομισθέντος Κυρίῳ τῷ Θεῷ δεηθῶμεν, ὅπως ὁ ἀγαθὸς Θεὸς προσδέξηται αὐτὸ διὰ τῆς μεσιτείας τοῦ Χριστοῦ αὐτοῦ εἰς τὸ ἐπουράνιον αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας.

Ὑπὲρ τῆς ἐκκλησίας ταύτης καὶ τοῦ λαοῦ δεηθῶμεν· ὑπὲρ πάσης ἐπισκοπῆς, παντὸς πρεσβυτερίου, πάσης τῆς ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας, παντὸς τοῦ πληρώματος τῆς ἐκκλησίας δεηθῶμεν, ὅπως ὁ Κύριος πάντας διατηρήσῃ καὶ διαφυλάξῃ.

Ὑπὲρ βασιλέων καὶ τῶν ἐν ὑπεροχῇ δεηθῶμεν, ἵνα εἰρηνεύωνται τὰ πρὸς ἡμᾶς· ὅπως ἤρεμον καὶ ἡσύχιον βίον ἔχοντες διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

Τῶν ἁγίων μαρτύρων μνημονεύσωμεν, ὅπως κοινωνοὶ γενέσθαι τῆς ἀθλήσεως αὐτῶν καταξιωθῶμεν.

Ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων δεηθῶμεν.

Ὑπὲρ τῆς εὐκρασίας τῶν ἀέρων καὶ τελεσφορίας τῶν καρπῶν δεηθῶμεν.

Ὑπὲρ τῶν νεοφωτίστων δεηθῶμεν, ὅπως βεβαιωθῶσιν ἐν τῇ πίστει.

Πάντες ὑπὲρ ἀλλήλων παρακαλέσωμεν.

[ὁ Λαός] ̓Ανάστησον ἡμᾶς ὁ Θεὸς ἐν τῇ χάριτί σου.

[ὁ Διάκονος] ̓Αναστάντες ἑαυτοὺς τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.

Καὶ ὁ ἐπίσκοπος λεγέτω

Ὁ Θεὸς ὁ μέγας καὶ μεγαλώνυμος, ὁ μέγας τῇ βουλῇ καὶ κραταιὸς τοῖς ἔργοις, ὁ Θεὸς καὶ πατὴρ τοῦ ἁγίου παιδός σου Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο, ὃ δι ̓ αὐτοῦ ἐξελέξω εἰς δόξαν τοῦ ὀνόματός σου, καὶ ἁγιάσας ἡμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καταξίωσον, καθαροὺς

2 Cor. vii. τ. γενομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, τυχεῖν τῶν προκειμένων ἀγαθῶν· καὶ μηδένα ἡμῶν ἀνάξιον κρίνῃς, ἀλλὰ βοηθὸς ἡμῶν γενοῦ, ἀντιλήπτωρ, ὑπερασπιστής, διὰ τοῦ Χριστοῦ σου, μεθ ̓ οὗ σοὶ δόξα, τιμή, αἶνος, δοξολογία, εὐχαριστία, καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας ἀμήν.

[blocks in formation]

Εἰς ἅγιος, εἰς Κύριος, εἷς Ἰησοῦς Χρίστος, εἰς δόξαν Θεοῦ πατρός, εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν. Δόξα ἐν ὑψίστοις Luke ii. 14. Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὡσαννὰ τῷ υἱῷ Matt. xxi. 9. Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος Ps. cxviii. 27. καὶ ἐπεφάνη ἡμῖν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Καὶ μετὰ τοῦτο μεταλαμβανέτω ὁ ἐπίσκοπος· ἔπειτα οἱ πρεσβύτεροι καὶ XVII. οἱ διάκονοι καὶ ὑποδιάκονοι καὶ οἱ ἀναγνῶσται καὶ οἱ ψάλται καὶ οἱ ἀσκηταί, COMMUNION. καὶ ἐν ταῖς γυναιξὶν αἱ διακόνισσαι καὶ αἱ παρθένοι καὶ αἱ χῆραι, εἶτα τὰ παιδία, καὶ τότε πᾶς ὁ λαὸς κατὰ τάξιν μετὰ αἰδοῦς καὶ εὐλαβείας ἄνευ θορύβου.

Καὶ ὁ μὲν ἐπίσκοπος διδότω τὴν προσφοράν, λέγων·

Σώμα Χριστοῦ.

Καὶ ὁ δεχόμενος λεγέτω

̓Αμήν.

Ὁ δὲ διάκονος κατεχέτω τὸ ποτήριον καὶ ἐπιδιδοὺς λεγέτω

Αἷμα Χριστοῦ, ποτήριον ζωῆς.

Καὶ ὁ πίνων λεγέτω

̓Αμήν.

XVIII. a

Thanks

Ψαλμὸς δὲ λεγέσθω τριακοστός τρίτος ἐν τῷ μεταλαμβάνειν πάντας τοὺς λοιπούς· καὶ ὅταν πάντες μεταλάβωσι καὶ πᾶσαι, λαβόντες οἱ διάκονοι τὰ περισσεύσαντα εἰσφερέτωσαν εἰς τὰ παστοφόρια. Καὶ ὁ διάκονος λεγέτω, παυσαμένου τοῦ ψάλλοντος" Μεταλαβόντες τοῦ τιμίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Bidding to Χριστοῦ, εὐχαριστήσωμεν τῷ καταξιώσαντι ἡμᾶς μεταλαβεῖν τῶν giving after ἁγίων αὐτοῦ μυστηρίων, καὶ παρακαλέσωμεν μὴ εἰς κρίμα ἀλλ ̓ εἰς σωτηρίαν ἡμῖν γενέσθαι, εἰς ὠφέλειαν ψυχῆς καὶ σώματος, εἰς φυλακὴν εὐσεβείας, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος.

Reception.

Εγειρώμεθα. Ἐν χάριτι Χριστοῦ ἑαυτοὺς τῷ Θεῷ, τῷ μόνῳ b ἀγεννήτῳ Θεῷ, καὶ τῷ Χριστῷ αὐτοῦ παραθώμεθα.

[blocks in formation]

Benediction.

d

Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω·

Δέσποτα ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ πατὴρ τοῦ Χριστοῦ σου τοῦ εὐλογητοῦ παιδός, ὁ τῶν μετ ̓ εὐθύτητος ἐπικαλουμένων σε ἐπήκοος, ὁ καὶ τῶν σιωπώντων ἐπιστάμενος τὰς ἐντεύξεις· εὐχαριστ τοῦμέν σοι, ὅτι κατηξίωσας ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, ἃ παρέσχον ἡμῖν, εἰς πληροφορίαν τῶν καλῶς ἐγνωσμένων, εἰς φυλακὴν τῆς εὐσεβείας, εἰς ἄφεσιν πλημμελημάτων· ὅτι τὸ ὄνομα τοῦ Χριστοῦ σου ἐπικέκληται ἐφ' ἡμᾶς, καὶ σοὶ προσῳκειώμεθα. Ὁ χωρίσας ἡμᾶς τῆς τῶν ἀσεβῶν κοινωνίας, ἕνωσον ἡμᾶς μετὰ τῶν καθωσιωμένων σοι, στήριξον ἡμᾶς ἐν τῇ ἀληθείᾳ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσει· τὰ ἀγνοούμενα ἀποκάλυψον, τὰ λείποντα προσαναπλήρωσον, τὰ ἐγνωσμένα κράτυνον. Τοὺς ἱερεῖς ἀμώμους διαφύλαξον ἐν τῇ λατρείᾳ σου τοὺς βασιλεῖς διατήρησον ἐν εἰρήνῃ, τοὺς ἄρχοντας ἐν δικαιοσύνῃ· τοὺς ἀέρας ἐν εὐκρασίᾳ, τοὺς καρποὺς ἐν εὐφορίᾳ, τὸν κόσμον ἐν παναλκεῖ προνοίᾳ. Τὰ ἔθνη τὰ πολεμικὰ πράϋνον, τὰ πεπλανημένα ἐπίστρεψον τὸν λαόν σου ἁγίασον· τοὺς ἐν παρθενία διατήρησον· τοὺς ἐν γάμῳ διαφύλαξον ἐν πίστει· τοὺς ἐν ἁγνείᾳ ἐνδυνάμωσον· τὰ νήπια ἅδρυνον· τοὺς νεοτελεῖς βεβαίωσον τοὺς ἐν κατηχήσει παίδευσον, καὶ τῆς μυήσεως ἀξίους ἀνάδειξον. καὶ πάντας ἡμᾶς ἐπισυνάγαγε εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας· αμήν.

Καὶ ὁ διάκονος λεγέτω

Τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε.
Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω, λέγων

Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀληθινὸς καὶ ἀσύγκριτος, ὁ πανταχοῦ ὢν καὶ τοῖς πᾶσι παρὼν καὶ ἐν οὐδενὶ ὡς ἐνόν τι ὑπάρχων, ὁ τόποις μὴ περιγραφόμενος, ὁ χρόνοις μὴ παλαιούμενος, ὁ αἰῶσι μὴ περατούμενος, ὁ λόγοις μὴ παραγόμενος, ὁ γενέσει μὴ ὑποκείμενος, ὁ φυλακῆς μὴ δεόμενος, ὁ φθορᾶς ἀνώτερος, ὁ τροπῆς - Tim. vi. 16. ἀνεπίδεκτος, ὁ φύσει ἀναλλοίωτος, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ὁ τῇ φύσει ἀόρατος, ὁ γνωστὸς πάσαις ταῖς μετ ̓ εὐνοίας ἐκζητούσαις σε λογικαῖς φύσεσιν, ὁ καταλαμβανόμενος ὑπὸ τῶν ἐν εὐνοίᾳ

ἐπιζητούντων σε ὁ Θεὸς Ισραήλ, τοῦ ἀληθινῶς ὁρῶντος, τοῦ XVIII. d εἰς Χριστὸν πιστεύσαντος λαοῦ σου· εὐμενὴς γενόμενος ἐπάκουσόν μου διὰ τὸ ὄνομά σου, καὶ εὐλόγησον τούς σοι κεκλικότας τοὺς ἑαυτῶν αὐχένας, καὶ δὸς αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν τὰ ἐπὶ συμφέροντι, καὶ μηδένα αὐτῶν ἀπόβλητον ποιήσῃς ἐκ τῆς βασιλείας σου, ἀλλὰ ἁγίασον αὐτούς, φρούρησον, σκέπασον, ἀντιλαβοῦ, ῥῦσαι τοῦ ἀλλοτρίου καὶ παντὸς ἐχθροῦ, τοὺς οἴκους αὐτῶν φύλαξον, τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους φρούρησον· ὅτι σοὶ δόξα, αἶνος, μεγαλοπρέπεια, σέβας, προσκύνησις, καὶ τῷ σῷ παιδὶ Ἰησοῦ τῷ Χριστῷ σου, τῷ Κυρίῷ ἡμῶν καὶ Θεῷ καὶ βασιλεῖ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Καὶ ὁ διάκονος ἐρεῖ·
̓Απολύεσθε ἐν εἰρήνῃ.

ΧΙΧ. Dismissal.

ΝΟΤΕ.

In the Apostolical Constitutions (Lib. II. c. 57) is given another account of the Eucharistic service. As this supplies more details about the earlier part of the office, in which the Clementine Liturgy is deficient; being itself again deficient in the later part, where that is full; it has been suggested (e. g. by Prof. Bickell in 'Messe und Pascha,' p. 4) that the two accounts should be combined to give the complete Liturgy. That the Clementine Liturgy needs supplementing in some such manner is obvious; and this other account is probably a fair representative of the order contemporaneously used for the pro-anaphoral part of the service: but the two documents, as they stand, are not consistent enough with each other to admit of being looked upon as forming together a simple whole. For instance, the Bidding Prayer of the Deacon, the Kiss of Peace, and the Entrance of the Elements occur in a different order in the two documents: nor is the Mosaic Benediction, which is distinctly enjoined in the earlier document, to be found in the Clementine Liturgy.

CONSTITT. APOST. Lib. II. c. 57.

Εἰς τὸ ἕτερον μέρος οἱ λαϊκοὶ καθεζέσθωσαν μετὰ πάσης εὐταξίας καὶ ἡσυχίας καὶ αἱ γυναῖκες κεχωρισμένως καὶ αὐταὶ καθεζέσθωσαν σιωπὴν ἄγουσαι. Μέσος δὲ ὁ ἀναγνώστης ἐφ' ὑψηλοῦ τινος ἑστὼς ἀναγινωσκέτω τὰ Μωσέως καὶ Ἰησοῦ τοῦ Ναυή, τὰ τῶν κριτῶν καὶ τῶν βασιλείων, τὰ τῶν παραλειπομένων καὶ τὰ τῆς ἐπανόδου, πρὸς τούτοις τὰ τοῦ Ἰὼβ καὶ τὰ

...

Σολομῶντος καὶ τὰ τῶν ἑκκαίδεκα προφητῶν. ̓Ανὰ δύο δὲ γενομένων ἀναγνωσμάτων, ἕτερός τις τοὺς τοῦ Δαβὶδ ψαλλέτω ὕμνους, καὶ ὁ λαὸς τὰ ἀκροστίχια ὑποψαλλέτω. Μετὰ τοῦτο αἱ πράξεις αἱ ἡμέτεραι ἀναγινωσκέσθωσαν καὶ αἱ ἐπιστολαὶ Παύλου τοῦ συνεργοῦ ἡμῶν, ἃς ἐπέστειλε ταῖς ἐκκλησίαις καθ' ὑφήγησιν τοῦ ἁγίου πνεύματος. Καὶ μετὰ ταῦτα διάκονος ἢ πρεσβύτερος ἀναγινωσκέτω τὰ εὐαγγέλια. . . . Καὶ ὅταν ἀναγινωσκόμενον ᾖ τὸ εὐαγγέλιον, πάντες οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πᾶς ὁ λαὸς στηκέτωσαν μετὰ πολλῆς ἡσυχίας. . . . Καὶ ἑξῆς παρακαλείτωσαν οἱ πρεστ βύτεροι τὸν λαόν, ὁ καθεῖς αὐτῶν ἀλλὰ μὴ ἅπαντες, καὶ τελευταῖος πάντων ὁ ἐπίσκοπος. . . . Στηκέτωσαν δὲ οἱ μὲν πυλωροὶ εἰς τὰς εἰσόδους τῶν ἀνδρῶν φυλάσσοντες αὐτάς, αἱ δὲ διάκονοι εἰς τὰς τῶν γυναικῶν. . . . Καὶ μετὰ τοῦτο συμφώνως ἅπαντες ἐξαναστάντες καὶ ἐπ ̓ ἀνατολὰς κατανοή σαντες, μετὰ τὴν τῶν κατηχουμένων καὶ τὴν τῶν μετανοούντων ἔξοδον, προσευξάσθωσαν τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ὑπομιμνησκόμενοι καὶ τῆς ἀρχαίας νομῆς τοῦ κατὰ ἀνατολὰς παραδείσου, ὅθεν ὁ πρῶτος ἄνθρωπος, ἀθετήσας τὴν ἐντολήν, ὄψεως συμβουλίᾳ πεισθείς, ἀπεβλήθη. Οἱ δὲ διάκονοι μετὰ τὴν προσευχὴν οἱ μὲν τῇ προσφορᾷ τῆς εὐχαριστίας σχολαζέτωσαν ὑπηρετούμενοι τῷ τοῦ Κυρίου σώματι μετὰ φόβου, οἱ δὲ τοὺς ὄχλους διασκοπείτωσαν καὶ ἡσυχίαν αὐτοῖς ἐμποιείτωσαν. Λεγέτω δὲ ὁ παρεστὼς τῷ ἱερεῖ διάκονος τῷ λαῷ· Μή τις κατὰ τινός, μή τις ἐν ὑποκρίσει. Εἶτα καὶ ἀσπαζέσθωσαν ἀλλή λους οἱ ἄνδρες καὶ ἀλλήλας αἱ γυναῖκες τὸ ἐν Κυρίῳ φίλημα, ἀλλὰ μή τις δολίως, ὡς ὁ Ἰούδας τὸν Κύριον φιλήματι παρέδωκεν. Καὶ μετὰ τοῦτο προσευχέσθω ὁ διάκονος ὑπὲρ τῆς ἐκκλησίας πάσης καὶ παντὸς τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ μερῶν καὶ ἐκφορίων, ὑπὲρ τῶν ἱερέων καὶ τῶν ἀρχόντων, ὑπὲρ τοῦ ἀρχιερέως καὶ τοῦ βασιλέως καὶ τῆς καθόλου εἰρήνης. Καὶ μετὰ τοῦτο ὁ ἀρχιερεὺς ἐπευχόμενος τῷ λαῷ εἰρήνην εὐλογείτω τοῦτον, ὡς καὶ Μωσῆς ἐνετείλατο τοῖς ἱερεῦσιν εὐλογεῖν τὸν λαὸν τούτοις τοῖς ῥήμασιν Εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴῃ σοι εἰρήνην. Ἐπευχέσθω οὖν καὶ ὁ ἐπίσκοπος καὶ λεγέτω Σῶσον τὸν λαόν σου, Κύριε, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἣν ἐκτήσω καὶ περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ χριστοῦ σου καὶ ἐκάλεσας βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. Μετὰ δὲ ταῦτα γινέσθω ἡ θυσία, ἑστῶτος παντὸς τοῦ λαοῦ καὶ προσευχομένου ἡσύχως· καὶ ὅταν ἀνενεχθῇ, μεταλαμβανέτω ἑκάστη τάξις καθ ̓ ἑαυτὴν τοῦ κυριακοῦ σώματος καὶ τοῦ τιμίου αἵματος, μετὰ αἰδοῦς καὶ εὐλαβείας.

« PreviousContinue »