Page images
PDF
EPUB

VI.

ENTRANCE.

Καὶ ψάλλουσι τὸν χερουβικόν.

THE GREAT 1 Οἱ τὰ χερουβὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι α τὸν τρισάγιον ὕμνον ᾄδοντες, πᾶσαν τὴν βιωτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξάμενοι ταῖς ἀγγελι καῖς ἀοράτως δορυφορούμενον τάξεσιν, ἀλληλούϊα.

Cherubic

Hymn.

The Entrance.

b

Ὁ ἱερεὺς βάλλει θυμίαμα εἰς τὸ εἰσόδιον, καὶ εὔχεται.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ πάντων ἀπροσδεής, δέξαι τὸ θυμίαμα τοῦτο, ἐξ ἀναξίου χειρὸς προσφερόμενον, καὶ τῆς παρὰ σοῦ εὐλογίας πάντας ἡμᾶς ἀξίωσον. Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν.

Καὶ εἰσέρχονται τὰ ἅγια εἰς τὸ θυσιαστήριον.

Καὶ ὁ ἱερεὺς εὔχεται οὕτως

Αγιε, ὕψιστε, φοβερέ, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, Κύριε, αὐτὸς ἡμᾶς ἁγίασον, καὶ ἀξίωσον τῆς φοβερᾶς σου ἱερωσύνης, καὶ Acts xxiii. Ι. προσάγαγε ἡμᾶς τῷ τιμίῳ σου θυσιαστηρίῳ, μετὰ πάσης συνειδή2 Cor. vii. τ. σεως ἀγαθῆς· καὶ καθάρισον ἡμῶν τὰς καρδίας ἀπὸ παντὸς μολυσμοῦ· πᾶσαν αἴσθησιν πονηρὰν ἐκδίωξον ἀφ ̓ ἡμῶν· ἁγίασον τὸν νοῦν καὶ τὴν ψυχήν· καὶ δὸς ἡμῖν τὴν τῶν ἁγίων πατέρων ἡμῶν ἐπιτελεῖν λατρείαν, μετὰ φόβου σου, ἐξιλασκόμενοι τὸ πρόσωπόν σου διὰ παντός. Σὺ γὰρ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστίαν ἀναπέμπομεν.

VII.

THE KISS OF
PEACE.

а

Ὁ διάκονος. Ασπάσασθε ἀλλήλους.

Ὁ ἱερεὺς εὔχεται τὸν ἀσπασμόν.

Δέσποτα Κύριε παντοκράτορ, οὐρανόθεν ἐπίβλεψον ἐπὶ τὴν ἐκκλησίαν σου, καὶ ἐπὶ πάντα τὸν λαόν σου, καὶ πᾶν τὸ ποίμνιόν σου, καὶ σῶσον πάντας ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τὰ θρέμματα τῆς σῆς ἀγέλης· καὶ δώρησαι ἡμῖν τὴν σὴν εἰρήνην καὶ τὴν σὴν ἀγάπην καὶ τὴν σὴν βοήθειαν, καὶ κατάπεμψον ἡμῖν τὴν δωρεὰν τοῦ παναγίου σου Πνεύματος, ὅπως ἐν καθαρά Rom. xvi. 16, καρδίᾳ καὶ συνειδήσει ἀγαθῇ ἀσπασώμεθα ἀλλήλους ἐν φιλήματι ἁγίῳ, μὴ ἐν ὑποκρίσει, μὴ τὴν τοῦ ἀλλοτρίου κεκτημένοι προαίρεσιν, * * * * ἀλλὰ ἄμωμον καὶ ἄσπιλον ἐν ἑνὶ πνεύEph. iv. 3, ματι, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης, ἓν σῶμα καὶ ἓν

&c.

4, 13.

1 See note (1) on p. 173.

πνεῦμα, ἐν μιᾷ πίστει, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς VII. κλήσεως ἡμῶν, ὅπως καταντήσωμεν οἱ πάντες εἰς τὴν θείαν καὶ ἀπέραντον στοργήν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ.

Εἶτα ὁ ἱερεὺς βάλλει θυμίαμα, λέγων·

Mal. i. II.

Θυμίαμα προσφέρεται τῷ ὀνόματί σου· ἀναληφθήτω δὴ δεόμεθα τ
ἐκ τῶν πενιχρῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν εἰς τὸ ὑπερού-
ράνιόν σου θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας, εἰς ἱλασμὸν παντὸς
τοῦ λαοῦ σου. Ὅτι σοὶ πρέπει πᾶσα δόξα, τιμή, προσκύνησις,
καὶ εὐχαριστία, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ μετὰ τὸν ἀσπασμὸν ἐκφώνως ὁ διάκονος
Προσφέρειν κατὰ τρόπους στάθητε.

Ὁ ἱερεὺς σφραγίζων τοὺς δίσκους καὶ τὰ ποτήρια, ἐκφώνως
Πιστεύω εἰς ἕνα Θεόν, κ. τ. λ.

Ὁ διάκονος. Ἐπὶ προσευχὴν στάθητε.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ διάκονος. Προσεύξασθε ὑπὲρ τῶν προσφερόντων.

Ὁ ἱερεὺς λέγει εὐχὴν τῆς προθέσεως.

VIII1 & IX. a

b

THE OFFER-
TORY
and
THE CREED.

Prayer of lation.

Δέσποτα Ἰησοῦ Χριστέ, Κύριε, ὁ σύναρχος Λόγος τοῦ ἀνάρχου Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ὁ μέγας ἀρχιερεύς, ὁ (second) Obἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, καὶ ἀναγαγὼν ἐκ φθορᾶς τὴν John vi. 5r. ζωὴν ἡμῶν, ὁ δοὺς ἑαυτὸν ἀμνὸν ἄμωμον ὑπὲρ τῆς τοῦ κοσμοῦ ζωής, δεόμεθα καὶ παρακαλοῦμέν σε, Κύριε φιλάνθρωπε, ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν ἄρτον τοῦτον καὶ ἐπὶ τὰ ποτήρια ταῦτα ἃ ἡ παναγία τράπεζα ὑποδέχεται δι' ἀγγελικῆς λειτουργίας καὶ ἀρχαγγελικῆς χοροστασίας καὶ ἱερατικῆς ἱερουρ γίας, εἰς σὴν δόξαν καὶ ἀνακαινισμὸν τῶν ἡμετερῶν ψυχῶν, [χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, δι' οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος.]

Καὶ ὅταν λέγει ὁ λαός, Καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου, ποιεῖ σταυρόν. Καί, Σταυρωθέντα [τε 2] ὑπὲρ ἡμῶν. Καὶ πάλιν σφραγίζει, Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον.

1 There seems to be some confusion here in the order.

2

Te is inserted conjecturally, being found (and not kai) in the Creed of

[blocks in formation]

PREFACE.

Gen. i. 26.

а

Mal. i. 11.

GREAT

ΧΙ.

INTERCES

SION.

Ομοίως καὶ μετὰ τὴν πίστιν, σφραγίζει ὁ ἱερεὺς τὸν λαόν, ἐκφωνῶν·
Ὁ Κύριος μετὰ πάντων.

Ο λαός. Καὶ μετὰ τοῦ πνεύματός σου.

Ὁ ἱερεύς. ̓́Ανω ἡμῶν τὰς καρδίας.

Ο λαός. Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ ἱερεύς. Εὐχαριστῶμεν τῷ Κυρίῳ.
Ο λαός. Αξιον καὶ δίκαιον.

[ocr errors]

Ὁ ἱερεὺς ἄρχεται τῆς ἀναφορᾶς.

̓Αληθῶς γὰρ ἄξιόν ἐστι καὶ δίκαιον, ὅσιόν τε καὶ πρέπον, καὶ ταῖς ἡμετέραις ψυχαῖς ἐπωφελές, ὁ ὤν, Δέσποτα Κύριε Θεέ, Πάτερ παντοκράτορ, σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σοὶ εὐχαριστεῖν, σοὶ ἀνθομολογεῖσθαι νύκτωρ τε καὶ καθ' ἡμέραν ἀκαταπαύστω στό ματι καὶ ἀσιγήτοις χείλεσι καὶ ἀσιωπήτῳ καρδίᾳ· σοὶ τῷ ποιή σαντι τὸν οὐρανὸν καὶ τὰ ἐν τῷ οὐρανῷ, γῆν καὶ τὰ ἐν τῇ γῇ, θάλασσαν, πηγάς, ποταμούς, λίμνας, καὶ πάντα τὰ ἐν αὐτοῖς· σοὶ τῷ ποιήσαντι τὸν ἄνθρωπον κατ ̓ ἰδίαν εἰκόνα καὶ καθ ̓ ὁμοίωσιν, ᾧ καὶ ἐχαρίσω τὴν ἐν παραδείσῳ τρυφήν παραβάντα δὲ αὐτὸν οὐχ ὑπερεῖδες, οὐδὲ ἐγκατέλιπες, ἀγαθέ, ἀλλὰ πάλιν ἀνεκαλέσω διὰ νόμου, ἐπαιδαγώγησας διὰ προφητῶν, ἀνέπλασας καὶ ἀνεκαίνισας διὰ τοῦ φρικτοῦ καὶ ζωοποιοῦ καὶ οὐρανίου μυστηρίου τούτου· πάντα δὲ ἐποίησας διὰ τῆς σῆς σοφίας, τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τοῦ μονογενούς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι ̓ οὗ σοὶ σὺν αὐτῷ καὶ ἁγίῳ Πνεύματι εὐχαριστοῦντες, προσφέρομεν τὴν λογικὴν καὶ ἀναίμακτον λατρείαν ταύτην, ἣν προσφέρει σοι, Κύριε, πάντα τα ἔθνη, ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν, ἀπὸ ἄρκτου καὶ μεσημβρίας· ὅτι μεγὰ τὸ ὄνομά σου ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι ἁγίῳ σου καὶ θυσία καὶ προσφορά.

Καὶ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθέ.

Μνήσθητι, Κύριε, τῆς ἁγίας καὶ μόνης καθολικῆς καὶ ἀποστο2 λικῆς ἐκκλησίας, τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν περάτων αὐτῆς, πάντων τῶν λαῶν καὶ πάντων τῶν ποιμνίων σου.

Chalcedon, from which the above phrases are evidently taken. Some alteration must be made in the common text.

Τὴν ἐξ οὐρανοῦ εἰρήνην βράβευσον ταῖς ἁπάντων ἡμῶν καρ- ΧΙ. 2 δίαις· ἀλλὰ καὶ τὴν βίου τούτου τὴν εἰρήνην ἡμῖν δώρησαι.

Τὸν βασιλέα, τὰ στρατιωτικά, τοὺς ἄρχοντας, βουλάς, δήμους, γειτονίας, εἰσόδους καὶ ἐξόδους ἡμῶν, ἐν πάσῃ εἰρήνῃ κατακόσμησον.

Βασιλεῦ τῆς εἰρήνης, τὴν σὴν εἰρήνην δὸς ἡμῖν ἐν ὁμονοία

Cf. Col. iii. 15.

4.

καὶ ἀγάπῃ· κτῆσαι ἡμᾶς, ὁ Θεός· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· Cf. Hos. xiii. τὸ ὄνομά σου ὀνομάζομεν ζωοποίησον τὰς ἁπάντων ἡμῶν ψυχάς, καὶ μὴ κατισχύσει θάνατος ἁμαρτίας καθ' ἡμῶν, μηδὲ κατὰ παντὸς τοῦ λαοῦ σου.

Τοὺς νοσοῦντας, Κύριε, τοῦ λαοῦ σου ἐπισκεψάμενος ἐν ἐλέει b καὶ οἰκτιρμοῖς ἴασαι. ̓Απόστησον ἀπ ̓ αὐτῶν καὶ ἀφ ̓ ἡμῶν πᾶσαν νόσον καὶ μαλακίαν· τὸ πνεῦμα τῆς ἀσθενείας ἐξάλευσον ἀπ ̓ αὐτῶν. Τοὺς ἐν μακροῖς ἀῤῥωστήμασι προκατακειμένους ἐξανάστησον. Τοὺς ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένους ἴασαι. Τοὺς ἐν φυλακαῖς, ἢ ἐν μετάλλοις, ἢ δίκαις, ἢ καταδίκαις, ἢ ἐν ἐξορίαις, ἢ πικρᾷ δουλείᾳ, ἢ φόροις κατεχομένους πάντας ἐλέησον, πάντας ἐλευθέρωσον· ὅτι σὺ ὁ Θεὸς ἡμῶν, ὁ λύων πεπεδημένους, ὁ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, ἡ ἐλπὶς τῶν ἀπελπισμένων, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἀνάστασις τῶν πεπτωκότων, ὁ λιμὴν τῶν χειμαζομένων, ὁ ἔκδικος τῶν καταπονουμένων· πάσῃ ψυχῇ Χριστιανῇ θλιβομένῃ καὶ περιερχομένῃ δὸς ἔλεος, δὸς ἄνεσιν, δὸς ἀνάψυξιν. ̓Αλλὰ καὶ ἡμῶν, Κύριε, τὰς κατὰ ψυχὴν νόσους ἴασαι, τὰς σωματικὰς ἀσθενείας θεράπευσον, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ἐπίσκοπε πάσης σαρκός, ἐπίσκεψαι καὶ ἴασαι ἡμᾶς διὰ τοῦ σωτηρίου σου.

Τοὺς ἀποδημήσαντας ἡμῶν ἀδελφούς, ἢ μέλλοντας ἀποδημεῖν, ο ἐν παντὶ τόπῳ κατευόδωσον, εἴτε διὰ γῆς, ἢ ποταμῶν, ἢ λιμνών, ἢ ὁδοιποριῶν, ἢ οἱῳδήποτε τρόπῳ τὴν πορείαν ποιοῦντας, πάντας πανταχοῦ ἀποκατάστησον εἰς λιμένα εὔδιον, εἰς λιμένα σωτήριον σύμπλους καὶ συνοδοίπορος αὐτῶν γενέσθαι καταξί ωσον· ἀπόδος τοῖς οἰκείοις αὐτῶν χαίροντας χαίρουσιν, ὑγιαίνοντας ὑγιαίνουσιν· ἀλλὰ καὶ ἡμῶν, Κύριε, τὴν παρεπιδημίαν τὴν ἐν τῷ βίῳ τούτῳ ἀβλαβῆ καὶ ἀχείμαστον μέχρι τέλους διαφύλαξον.

XI. d

civ.

Ps. lxv. 10.

Ps. lxv. 10.

Τοὺς ὑετοὺς ἀγαθοὺς πλουσίως κατάπεμψον ἐπὶ τοὺς χρήPs. είν. 30. ζοντας καὶ ἐπὶ τοὺς δεομένους τόπους· εὔφρανον καὶ ἀνακαίνισον τῇ καταβάσει αὐτῶν τὸ πρόσωπον τῆς γῆς, ἵνα ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθῇ ἀνατέλλουσα. Ποτάμια ὕδατα ἀνάγαγε ἐπὶ τὸ ἴδιον μέτρον αὐτῶν· εὔφρανον καὶ ἀνακαίνισον τῇ ἀναβάσει αὐτῶν τὸ πρόσωπον τῆς γῆς. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς. Τοὺς καρποὺς τῆς γῆς, Κύριε, εὐλόγησον, σώους καὶ ἀκεραίους ἡμῖν διατήρησον· παράστησον Ps. Ιχν. τι. ἡμῖν αὐτοὺς εἰς σπέρμα καὶ εἰς θερισμόν. Εὐλόγησον καὶ νῦν, Κύριε, τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, διὰ τοὺς Cf. Deut. x. πτωχοὺς τοῦ λαοῦ σου, διὰ τὴν χήραν καὶ διὰ τὸν ὄρφανον, διὰ τὸν προσήλυτον, δι ̓ ἡμᾶς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σὲ καὶ Ps. cxlv. 15. ἐπικαλουμένους τὸ ὄνομά σου τὸ ἅγιον. Οἱ γὰρ ὀφθαλμοὶ πάντων εἴς σε ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης Cf. Acts xiv. τὰς καρδίας ἡμῶν, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν 1.

18.

Ps. cxxxvi. 25.

17.

2 Cor. ix. 8.

3.

e

[Βασιλεῦ τῶν βασιλευόντων, καὶ Κύριε τῶν κυριευόντων, τὴν βασιλείαν τοῦ δούλου σου τοῦ ὀρθοδόξου καὶ φιλοχρίστου ἡμῶν βασιλέως, ὃν ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς ἐν εἰρήνῃ καὶ ἀνδρίᾳ καὶ δικαιοσύνῃ * * ὁ Θεός, πάντα ἐχθρὸν καὶ πολέμιον ἐμφύλιόν τε καὶ

*

*

*

Ps. xxxv. 2, ἀλλόφυλον· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν αὐτοῦ· καὶ ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων αὐτόν· ἐπισκίασον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐν ἡμέρᾳ πολέμου· κάθισον ἐκ τῆς ὀσφύος αὐτοῦ * * * * ἀγαθὰ ὑπὲρ τῆς ἁγίας σου καθολι

Ps. cxl. 7.
Cf. Acts ii.

30.

*

κῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ παντὸς τοῦ φιλοχρίστου λαοῦ, ἵνα καὶ

- Tim. ii. 2. ἡμεῖς ἐν τῇ γαληνότητι αὐτοῦ ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τῶν ἐν πίστει Χριστοῦ προκεκοιμημένων πατέρων τε καὶ ἀδελφῶν τὰς ψυχὰς ἀνάπαυσον, Κύριε ὁ Θεὸς ἡμῶν, μνησθεὶς τῶν ἀπ' αἰῶνος προπατέρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστό

1 The awkward connexion of the clauses, the intercession for the dead before the Diptychs have been read, and the insertion of the commemoration of the B. V. M., make us suspect this passage of being an insertion later than the rest of the text. The two hiatus in it may be supplied perhaps as follows: (1) διαφύλαξον. Καθοπόταξον ὑπὸ τοὺς πόδας αὐτοῦ, (2) ἐπὶ τοῦ θρόνου αὐτοῦ. Δὸς αὐτῷ φρονεῖν.

« PreviousContinue »