Page images
PDF
EPUB

τάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοή σειεν ἄν· ὁ δὲ δυνατὸς ἐν κακίς, τυφοῦται ἐπ ̓ αὐτῇ, καὶ ἐγκαυχάται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνό μενος. Ἐν πάσῃ δὲ ἡμέρᾳ διδασκόμενός τις τὸν θεῖον λόγον, ἐὰν ἁμαρτάνῃ, καὶ λογίζεται ὅλην τὴν ἡμέραν. Η τόν ἡμέραν· (1) φανέρωσιν δηλοῖ, ἢ ὅλον τὸν χρόνον, καθ ̓ ὃν ἀνομεῖ.

[ocr errors]

Ὅλην 3) τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον," κ. τ. ε. Τὸ 3) λογιζόμενον, τὸ ἡγεμονικὸν, καὶ ἡ καρδία, οὐχ ἡ γλῶσσα τοῦ Δωὴν ἀδικίαν ἐλογίσατο. Τὸ δὲ ἐλογία σατο, 4) ἤγουν 5) ἀδίκους λογισμούς, ἐπεὶ ἐν ) στόματι μωρῶν ἡ καρδία αὐτῶν, διὰ τοῦτο ἡ γλῶσσα τοῦ Δωὴν ἐφθέγξατο· οὐ γὰρ αὐτὴ ἡ λογιζομένη, ἀλλ' ἡ τοῖς λογισμοῖς ἐξυπηρετουμένη.

Ηγάπησας ") κακίαν ὑπὲρ ἀγαθωσύνην," κ. τ. ε. Εἰσὶν*) οἱ ὡσπερεὶ τὰ ἐναντία ἀγαπῶντες· τῷ μήποτε πάντη ἀνακεῖσθαι ἀρετῇ, μήτε ὅλῃ κακία προσέχειν ἐθέλειν· τούτων οἱ μὲν φαυλότεροι, κακίαν μᾶλλον ἀγα πῶσιν ἢ ἀρετήν· οἱ δὲ ἀνάπαλιν.

Ηγάπησας 3) πάντα ῥήματα καταποντισμοῦ,“ κ. τ.ε. Ρήματα 10) καταποντισμοῦ, διαβάλλων τὸν Δαυὶδ, ἠγάπησεν ὁ Δωήκ.

Διὰ 11) τοῦτο ὁ θεὸς καθέλοι σε εἰς τέλος, ἐκτέλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥί

1) Cfr. Psalm. LII, 1. (LI.)

2) Psalm. LII, 1. 2. (LI.)

3) R. in notis: Cod. Coislinianus secundus.

4) Psalm LII, 2. (LI.)

5) Ed. Ruaei: ἤτουν.

6) Sap. Sirac. XXI, 26. (Ecclesiastic.)

1) Psalm. LII, 3. (ΙΙ.)

*) R. in notis: Catena Corderii.

9) Psalm. LII, 4. (LI.)

19) R. in notis: Catena Corderii.

ζωμά σου ἐκ γῆς ζώντων, κ. τ. ε. Οι) καθαιρῶν τὰ μοχθηρὰ οἰκοδομήματα θεὸς, καθαιρεῖ τὸν Δωήκ, ἤτοι τῷ μηδὲ τὸ τοῖχον τῆς οἰκοδομίας αὐτοῦ καταλιπεῖν τὸ πᾶν καὶ ἐξ ὅλων οἰκοδομεῖσθαι κακῶς, ἢ ἐπεὶ οἱ χείρους τελευταῖοι οἰκοδομοῦνται, κάκιστος δέ ἐστιν ὁ Δωήκ, ἐγγὺς τοῦ τὸν ἔσχατον ἐχθρὸν καταργεῖσθαι τὸν θάνατον, ἐπὶ τῷ τέλει καθαιρεθήσεται. Εἰ δὲ τὸ ῥίζωμα Ιδουμαίου Δωὴκ ἐκτίλλεται ἐκ γῆς ζώντων, ἐκεῖ πεφύτευτο.

Ἰδοὺ 2) ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ ̓ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτ τοῦ, Κ. Τ. Ε. Μήποτε) ἀπὸ τῶν ἡμιόνων, νόθου ζώου, ἐπλούτει, ἐφ ̓ ὧν ἦν ὑπὸ Σαούλ καταστάς.

[ocr errors]
[ocr errors]

„Ἐγὼ 4) δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ, κ. τ. ε. Ὁ 5) καρπὸς τοῦ πνεύματός ἐστι χαρά, εἰρήνη, ἀγάπη, μακροθυμία," κ. τ. ε. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· „ἐγὼ ) δὲ ὡσεὶ ἐλαία κατάκαρπος.“ Ἐλαίς δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω τὸν Ἰὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομά ζοντες αὐτούς.

Ὑπομενῶ ") τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου, κ. τ. ε. Ὥσπερ) τὸ φύσει χρηστὸν, ὁποῖόν ἐστι, τοιοῦτον ἐπὶ τῇ ὑγιαινούσῃ φύσει φαίνεται, οὕτω καὶ τὸ ὄνομα τοῦ θεοῦ τοῖς ὁσίοις.

1) R. in notis: Cod. Coislinianus secundus.
2) Psalm. LII, 7. (LI.)

3) R. in notis: Cod. Coislinianus secundus.

4) Psalm. LII, 8. (LI.)

5) R. in notis: Schedae Grabii. Cfr. Galat. V, 22.
6) Psalm. LII, 8. (LI.) 7) Psalm. LII, 9. (LI.)
*) R. in notis: Cod. Coislinianus secundus.

[ocr errors]
[ocr errors]

Ψαλμὸς πεντηκοστός δεύτερος.

Εἶπεν ') ἄφρων ἐν καρδίᾳ αὐτοῦ," κ. τ. ε. Φρο νεῖ2) μὲν ὁ ἄφρων, ὅτι οὐκ ἔστι θεὸς, διὰ τοῦτο ἐν καρδίᾳ εἶπεν· οὐχ ὁμολογεῖ δὲ τῷ στόματι, διὰ τὸν τῶν ἀνθρώπων φόβον. Ἢ ἄφρων ὁ λαὸς, ὃς ἀρνεῖται Χριστὸν εἶναι θεὸν, ὡς πρὸς τὴν προτέραν ἐκδοχὴν περὶ ἄφρονος, οὐ στόματι, ἀλλὰ καρδίᾳ λέγεσθαι, μὴ εἶναι θεὸν, φέρεται.

[ocr errors]

Οὐκ ἔστι ποιῶν ἀγαθόν," κ. τ. ε. Καὶ 4) ὁ σωτὴρ τὸν εἰπόντα,τί5) ποιήσας ζωὴν αἰώνιον κληρο νομήσω;“ νουθετῶν φησι· „τί) με λέγεις ἀγαθόν; Ἤιδει γὰρ, ὅτι οὐκ ἔστι ποιῶν ἀγαθόν. Τάχα δὲ ἐπεὶ ὁ νόμος σκιὰν ἔχει τῶν μελλόντων ἀγαθῶν, οὐκ ἔστιν ἐν τῷ βίῳ ποιῶν ἀγαθὸν, ἀλλ ̓ ἢ ἄρα σκιὰν ἀγαθοῦ. Καὶ ἐπεὶ οὐκ ἔστι ποιῶν ἀγαθὸν ἐπιτιμᾶται ὁ εἰπών· ,,τί) με λέγεις αγαθόν;

66

Οι) κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου, τὸν θεὸν οὐκ ἐπεκαλέσαντο,“ κ. τ. ε. Εἴ °) τις ἐσθίει τινὰ τῶν ἀπὸ τοῦ λαοῦ τοῦ θεοῦ, ἐκεῖνος κἂν λέγῃ ἐπικαλεῖ σθαι τὸν θεὸν, ἐλέγχεται μὴ ἐπικαλούμενος αὐτόν. Πᾶς) γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται. “

[ocr errors]

Ὅτι 11) ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων,“ κ. τ. ε. Οὐκ 13) εἴ τις ἀνθρώποις ἀρέσκει, ἀνθρωπάρε

1) Psalm. LII, 1. (LII.)

2) R. in notis: Catena Corderii.

3) Psalm. LIII, 1. (LII.)

4) R. in notis: Catena Corderii.

5) Luc. XVIII, 18.

7) Luc. XVIII, 19.

6) Luc. XVIII, 19.

8) Psalm. LIII, 5. (LII.)

") R. in notis: Cod. Coislinianus secundus.

10) Rom. X, 13. coll. Joel. II, 32.

12) R. in notis:

Cod. Coislinianus secundus. Porro

[ocr errors]

σκός ἐστιν· ἀλλὰ καὶ προθέμενός τις ἀνθρώποις ἔσθ' ὅτε ἀρέσκειν, καθηκόντως αὐτὸ ποιήσει, καὶ οὐκ ἀνθρωπά ρεσκος ἔσται. Ὁ γοῦν Παυλός φησιν· ἀπρόσκοποι) καὶ Ἰουδαίοις γίνεσθε καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθώσιν. Αλλ ̓ εἴ τις προτίθεται οὐδὲ ἄλλο, ἢ ἀνθρώποις ἀρέσκειν, ἢ μᾶλλον ἀνθρώποις ἢ θεῷ· καὶ ἐπίσης ἀνθρώποις καὶ θεῷ, δέον μόνον θεῷ· ὥστε δι ̓ ἐκεῖνον γίνεσθαι καὶ τὸ ἀνθρώποις· “ ὅτε τοῦτο ποιεῖν αἱρεῖ λόγος, ἐκεῖνος ἀνθρωπάρεσκος ἔσται. Δεῖ δὲ ἐπί τινων σκοπήσαντα, ὅτι οὐχ οἷόντε τόδε τι διαπράξαντα ἢ εἰπόντα, καὶ θεῷ καὶ ἀνθρώποις ἀρέσαι, καταφρονῆσαι μὲν τοῦ ἀρέσαι τοῖς ἀνθρώποις, ἑλέσθαι δὲ τὸ ἀρέσαι τῷ θεῷ.

66

66

»Τίς 3) δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ε. Ηξει ) ἐκ Σιὼν ὁ νόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. ̓Αλλὰ καὶ ταῖς ἤδη αἰχμαλω τισθείσαις δέκα φυλαῖς δώσει σωτηρίαν καὶ ἐπάνοδον. ̓Αλλὰ τίς δώσει τὸν Χριστὸν ἰδεῖν τὸ τοῦ νοητοῦ Ἰσραὴλ σωτήριον;

Ψαλμὸς πεντηκοστός τρίτος.

[ocr errors]

„(4) θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, κ. τ. ε. Εὔχεται) ἕως τοῦ· ἐνώπιον ) αὐτῶν. Εἶτα ἐνεστη

hunc locum si non ad verbum, certe ad sensum transtulit Hilarius tractat. in Psalm. LII.

1) Cfr. I Cor. X, 32. 33.

2) Psalm. LIII, 6. (LII.)

3) R. in notis: Cod. Coislinianus. Cfr. Rom. XI,

26. coll. Jesai. LIX, 20.

4) Psalm. LIV, 1. (LIII.)

[ocr errors]

5) R. in notis: Cod. Coislinianus secundus.

6) Psalm. LIV, 3. (LIII.)

κυίας αὐτῷ βοηθείας αἰσθόμενος, οἱονεὶ δείκνυσιν αὐτὴν ἐν τῷ ἰδοὺ ') ὁ Θεὸς βοηθεῖ μοι· καὶ τῷ ἑξῆς καὶ τῷ μετ' αὐτόν. Εἶτα περί τινων εὔχεται ἐντυγχάνειν, ἐπαγγελλόμενος ἑκούσιον ἐπὶ τούτῳ θυσίαν. Εἶτ ̓ εὐχα ριστεῖ ἀνταποδοτικῶς τῶν εἰρημένων ἐν τῇ εὐχῇ καὶ ἐντεύξει· καὶ πρὸς τό· ἐν 2) τῇ ἀληθείᾳ σου ἐξολό θρευσον αὐτούς· ἀνταποδίδωσιν· ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

[ocr errors]
[ocr errors]

66

[ocr errors]

„Ἰδοὺ 4) γὰρ ὁ θεὸς βοηθεῖ μοι," κ. τ. ε. Αἴσθε ται) εισακουσθεὶς, καὶ λέγει ταῦτα διὰ μέσου τῶν πρὸς θεὸν συναφθέντων· ἂν οὕτως,κραταιοὶ ) ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Βοη θὸν δὲ ἔχειν ὁμολογεῖ τάχα τὸν πατέρα καὶ κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ, ἵνα εἴπῃ τὸν υἱὸν, ὃς ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου. “Α γὰρ ἐπάγειν μοι βεβούληνται κακωτικά, ταῦτα πρὸς αὐτοὺς ἀναστρέψει, οὕτω τοῦ θεοῦ κρίνοντος. Τούτῳ συνάδει τό ποιήσατε αὐτὴν, ὃν τρόπον ἐποιήσατε τὸν πλούσιον. Καὶ τούτων, φησὶ, συμβεβηκότων, αὐθαιρέτῳ γνώμῃ ἐπ ̓ εὐχαριστίαν ἐρχόμενος ἑκουσίως θύσω σοι.

με

[ocr errors]
[ocr errors]

Εξομολογήσομαι 7) τῷ ὀνόματί σου κύριε," κ. τ. ε. Εὐχαριστεῖ, *) πρὸς τό· ἐν τῷ ὀνόματί σου σῶσύν ἀποδιδοὺς τό·„ ἐξομολογήσομαι 1) τῷ ὀνόματί Καὶ πρὸς τό·,,ἀλλότριοι 11) ἐπανέστησαν ἐπ ̓ ἐμέ· τό· ἐκ 12) πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς

σου.

1) Psalm. LIV, 4. (LIII.)
3) Psalm. LIV, 7. (LIII.)

2) Psalm. LIV, 5. (LIII.)
4) Psalm. LIV, 4. (LIII.)

5) R. in notis: Cod. Coislinianus secundus.
6) Psalm. LIV, 3. 5. (LIII.)

7) Psalm. LIV, 6. (LIII.)

*) R. in notis: Cod. Coislinianus secundus. 9) Psalm. LIV, 1. (LIII.) '') Psalm. LIV, 3. (LIII.)

10) Psalm. LIV, 6. (LIII.) 12) Psalm. LIV, 7. (LIII.)

« PreviousContinue »